[ ]
Naxos — 1st c. BC — cf. IG XII,5 Add. p. 306
| 1 | [․․․․․․․․․․․]λκις — — — — |
| [ἕσσει] ἐμήν· λυγρῷ γή[ραϊ τρυχ]όμενος | |
| Γάϊος οὗτος ἐγὼ Μουνάτιος· ἀλλ’ ἔτι γυίοις | |
| ἄρτιος εὐδαίμων τε ἤλυθον εἰς Ἀΐδαν, | |
| 5 | ἐκπρολιπὼν ἄλοχόν τε σαόφρονα δεσπότιν οἴκω[ν], |
| καὶ παῖδας δισ<σ>οὺς ματέρι κηδεμόνας. | |
| Ναίω δ’ οὐκ Ἀχέροντος ἐφ’ ὕ[δ]ασιν, οὐδὲ κελαινὸν | |
| Τάρταρον, ἀλλὰ [δ]ό[μου]ς ε[ὐσε]βέων ἔλαχον. |