[ ] Sikinos — end 4th/3rd c. BC
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι]
[δήμωι, — — — — εἶ]-
[πεν· ἐπειδὴ Αἰσχύλος Σωσι]-
[μάχου Πάριος ἐγένετο ἀνὴρ]
1 ἀγαθὸ[ς πε]ρὶ [τὴμ π]όλιν [τὴν]
Σικινητῶν, δ[εδό]χθαι τῆι β[ου]-
[λ]ῆι καὶ τῶι δήμωι, πρόξενον
[ε]ἶναι Αἰσχύλον Σωσιμάχο[υ]
5 [Πά]ριον τῆς πόλεως τῆς Σικιη]-
[τῶ]ν καὶ αὐτὸν καὶ ἐκγόνου[ς]
[με]τὰ τῶν ὑπαρχόντων προ-
ξένων· εἶναι δὲ αὐτῶι καὶ
[ἐ]κγόνοις ἐς Σικίνωι [καὶ]
10 ἐμ πολέμωι εἰρήνην καὶ
ἐσσύλωι ἀσυλίαν καὶ πρόσ[ο]-
δον πρὸς τὴν βουλὴν καὶ
τὸν δῆμον, ἐάν του δέων-
ται, πρώτοις μετὰ τὰ ἱερά·
15 ὅπως δὲ ἀναγραφεῖ ἡ προ-
ξενία εἰς στήληι λιθίνηι
καὶ σταθῆι εἰς τὸ ἱερὸν τοῦ
Ἀπόλλωνος τοῦ Πυθίου, ἐπι-
μεληθῆναι τοὺς ἄρχοντας
20 τοὺς περὶ Καλλίνικον· τὸ δ’ ἀνά-
λωμα δοῦναι τοὺς πράκτορας
τοὺς περὶ Πρα[ξ]ικράτην.
τῆς ἀναγραφῆς ἐπεμελήθη
Καλλίνικος ἄρχων.
Search Help
Contact Us