[ ]
Thera — 2nd c. AD
| 1 | ἀγαθῆι τύχηι· [ἔδοξε τῶι κοινῶι τῶν] |
| Βακχιστῶν ἐν [νομαίαι συνόδωι· ἐπειδὴ] | |
| Λάδαμος Διονυσ[οφάνου Ἀλεξανδρεὺς] | |
| τῶν περὶ αὐλὴν δια[δόχων, ὁ τεταγμέ]- | |
| 5 | νος ὑπὸ τῶν βασιλέω[ν ἐπὶ Θήρας], |
| εὔνους ὑπάρχων τοῖς Βα[κχισταῖς] | |
| πολλὰς καὶ μεγάλας ἀποδ[είξεις πε]- | |
| ποίηται τῆς εἰς τὰ πράγματ[α ὁρμῆς] | |
| ἔν τε τοῖς πρότερον χρόνοις πο[λλῶι τε] | |
| 10 | μᾶλλον ἐν τοῖς νῦν περιστᾶσι και[ροῖς], |
| ἐξαποσταλείς τε ὑπὸ τῶν βασιλ[έων] | |
| καὶ ταγεὶς ἐπί τε τῆς πόλεως καὶ ἡμῶ[ν] | |
| καθ’ ἅπαντα τρόπον κατακολουθῶν τῆι τῶ[ν] | |
| βασιλέων προ[α]ιρέσει καὶ τῆι αὑτοῦ καλο- | |
| 15 | κἀγαθίαι πρό[ς τ]ε ἡμᾶ[ς] καὶ τοὺς ἄλλους |
| ἅπαντας π[ε]ρ[ιφ]ε[ρ]όμενος διατελεῖ | |
| φιλανθρώπως, σπουδῆς καὶ φιλοτιμίας | |
| ἐν οὐθενὶ καιρῶι παραλείπων οὐθέν· | |
| ὅπως οὖν καὶ τὸ κοινὸν φαίνται τοὺς προ- | |
| 20 | εστηκότας ἀπὸ παντὸς τοῦ βελτίστ[ου] |
| τιμ[ῶ]ν, δεδόχθαι Λάδαμον Διονυσοφά[νου] | |
| καὶ αὐτὸν καὶ γυναῖκα καὶ ἐνγόνου[ς] | |
| εἶναι θιασίτας, καὶ μετουσίαν αὐ[τοῖς] | |
| [ὧ]νπ[ερ κ]αὶ τοῖς ἄλλοις θιασίτ[αις μέτε]- | |
| 25 | στιν· ἐπάγειν δὲ [αὐτ]οῦ κα[ὶ ․․․․․․․․․․] |
| ․․․․ων ἐν τῆι συνόδωι — — — — — — — — — | |
| ․․ περὶ τῶν βασιλέ[ων — — — πεντετη]- | |
| [ρί]δι καὶ τριετηρί[δι — — — — — —] | |
| [․․ν], ὁμοίως καὶ — — — — — — — | |
| 30 | [ὑ]πὲρ δὲ των — — — — — — — — — |
| βασιλε— — — — — — — — — — — — — | |
| αὐλ[η — — — — — — — — — — — —] |