IG XII,3 1259
[ ] Cimolos — after 338 BC
1         θεός.
ἔκρινε ὁ δᾶμος ὁ τῶν
Ἀργείων κατὰ τὸ δόκη-
μα τοῦ συνεδρίου τῶν
5 Ἑλλάνων, ὁμολογη-
σάντων Μαλίων καὶ
Κιμωλίων ἐμμενέν,
ἇι κα δικάσσαιεν τοὶ
Ἀργεῖοι περὶ τᾶν
10 [ν]άσων, Κιμωλίων
ἦμεν Πολύαιγαν Ἑτήι-
ρειαν Λίβειαν. ἐδί-
κασσαν νικῆν Κιμωλ[ί]-
[ο]υς. Ἀρήτευε Λέων·
15 [β]ωλ[ᾶ]ς σευτέρας· Ποσιδά-
ον γρο[φ]εὺς βωλᾶς· Πέριλ-
λος πεδιο͂ν.
Search Help
Contact Us