[ ] Melos
1 Τι(βέριος) Κλ(αύδιος) Πολέας καὶ Στάσι-
μος Ῥούφου τὸ μνημεῖον
[ζ]ῶντες ἐφ’ ἴσης κατεσ-
κεύασαν· Στάσιμος μὲν ἑ-
5 αυτῷ τε καὶ τῇ γυναικὶ αὐτοῦ
Εἰκονίῳ καὶ τοῖς ἐγγόνοις αὐ-
τῶν καὶ ἰδίοις καὶ ἀπελευθέροις
καὶ δούλοις καὶ οἷς ἂν αὐτὸς
βούληται χαρίσασθαι ἐκ τῶν δε-
10 ξιῶν μερῶν βροχίδων τριῶν διπλ-
ῶν· Πολ[έ]ας δὲ ἡαυτῷ τε καὶ τοῖς
συγγενέσιν αὐτοῦ καὶ ἀπελευ-
θέροις καὶ δούλοις.
Search Help
Contact Us