[ ] Thera
1 ἁ βουλὰ καὶ ὁ δᾶμος Οὐλπίαν
   Νοβίαν Οὐατεινία Βασιλόκληαν
  Νοβίας Βειβίας θυγατέρα ἀφηρώϊξε.
ὅτι μὲν πρόμοιρος ἁρπάγην ἐγὼ λυγρὰ
5 ἐκ τοῦ γλυκυτάτου φωτὸς ἐ<ς> τὸν Ἀΐδαν
ἄτεκνος, ἀλγύνεσθε τοῦτ’ ἐπίσταμαι·
πλὴν δ’ οὐκ ἄσαμος κἂν φθιτοῖς νομίζομαι
Βασιλόκληα διὰ γένος καὶ τοὔνομα
συνευνέτας γὰρ οὑμὸς ὡς {²⁶ὡξ}²⁶ Οἴας Πέλοψ
10 πασῶν ἀρίσταν ἠδὲ κοσμίαν ἐμὲ
ἀφηροΐξας δεῖξε Πλουτῆος κόρᾳ.
Λοιπὸν τί λυπῇ, εὐσεβῆς <σ>υνευνέτα,
τὰν νύκτα θρηνῶν τὰν ἐμὰν ἱμαρμέναν;
τοῦτ’ ἤθελεν γὰρ Γένεσις καὶ Μοιρῶν μίτοι, {²sic}²
15 αἷς οὐδ’ Ἀχιλλεὺς Θέτιδος ἐκ θεᾶς γεγὼς
στᾶμεν ποτ’ ἀλκὰν δυνατὸς εὑρέθη θέλων.
Search Help
Contact Us