[ ] Thera
1 ὁ δᾶμος ἀφηρώϊξε καὶ ἐτείμασε τὸν
ἱερέ{ι}α {²⁶ἱερέα}²⁶ Ἀπόλλωνος Καρνείου διὰ γένους
Ἄδμητον Θεοκλείδα πάσας ἀρετᾶς ἕνεκα
καὶ σωφροσύνας.
5 οὐ μόνον εὐχοῦμεν Λακεδαίμονος ἐκ βασιλήων,
ξυνὰ δὲ Θετταλίης ἐκ προγόνων γενόμην,
σῴζω δ’ Ἀδμήτου κατ’ ἴσον κλέος ὡς ὄνομ’ εὐχῶ.
εἰ δὲ δύω λείποντα τριηκοστοῦ ἔτεός με
Θευκλείδα πατρὸς νόσφισε Μοῖρ’ ὀλοή,
10 τετλάτω ὡς Πηλεὺς ὡς προπάτωρ [τ]ε Φέρης·
οὐδὲ γὰρ ἄρ[κε]σιν ἔσχεν· ἐπεὶ πάντως
ἂν ὑπέστη | δὶς θανέε<ι>ν [αὐ]τὸς [ζῶ]ντ’ ἐ[μ<ὲ>] λειπόμενος.
Search Help
Contact Us