[ ]
Thera — IG XII,3 Suppl. p. 294
a.1 | Ἀρτεμίδωρος |
Ἀπολλωνίου Περγαῖος. | |
b.1 | εἵσατο τήνδ’ Ἑκάτην πολυώνυμον Ἀρτεμίδωρος |
φωσφόρον, ἣν τιμῶσιν ὅσοι χώραν κατέχουσιν. | |
Μνημόσυνον Θήρας πόλεως παριοῦσιν ἔτευξεν | |
βάτθρα τάδ’, ἔστ[η]σέν τε μέλαν λίθον Ἀρτεμίδωρος. | |
c.1 | ἥκω Πρίαπος τῆιδε Θηραίωμ πόλει |
ὁ Λαμψακηνός πλοῦτον ἄφθιτομ φέρων. | |
d.1 | ․․․․․․․ς πάρειμι καὶ παραστάτης |
πᾶσιν πολίταις τοῖς τ’ ἐνοικοῦσιν ξένοις. | |
e.1 | Ἀρτεμίδωρος |
Ἀπολλωνίου Περγαῖος. |