IG XII,3 325
[ ] Thera — 149 AD
1             ἀγαθῇ τύχῃ.
ὑπὲρ τῆς τοῦ κυρίου ἡμῶν Αὐτοκράτο-
ρος Καίσαρος Τ. Αἰλίου Ἁδριανοῦ Ἀντωνεί-
νου Σεβαστοῦ Εὐσεβοῦς καὶ Οὐήρου Καίσαρος
5 καὶ Λουκίου Καίσαρος καὶ Σεβαστῆς Φαυσ<τ>εί-
νης τύχης καὶ αἰωνίου διαμονῆς καὶ τοῦ
σύμπαντος αὐτῶν οἴκου ἐπὶ ἀνθυπάτου
Μουμμίου Σεισέννα, ἀρχόντων δὲ τῶν σὺν
Τι(βερίῳ) Ἰουλίῳ Κλέωνι, Τ. Φλάυιος Κλειτοσθένης
10 Κλαυδιανὸς μετὰ καὶ τοῦ ὑοῦ Φλαυΐου Κλει-
τοσθένους Ἰουλιανοῦ καὶ τοῦ ἐκγόνου αὐτοῦ
Φλ. Κλειτοσθένους Κλαυδιανοῦ καὶ τῆς ἐκγόνης
Φλ. Κλαυδίας Δημητρίας Αἰλιανῆς τὰ ἔργα
κατὰ τὴν εἰσαγγελίαν ἣν ἐποιησάμην τῇ γλυ-
15 κυτάτῃ πατρίδι Θήρᾳ κατασκευάσας ἐκ τῶν ἰδίων
ἀνέθηκα, καθὼς ἡ ἰσαγγελία ἡ ὑποτεταγμένη
περιέχει καὶ τὰ ψηφίσματα. Λ. Σεργίῳ Σκειπίωνι
Ὀρφίτῳ, Κ. Σοσσίῳ Πρείσκῳ ὑπάτοις πρὸ ιεʹ Καλανδῶν
Αὐγούστων, ὡς δὲ Θηραῖοι ἄγουσιν, ἐπὶ ἱερέως Φιλο-
20 μήτορος τοῦ Φιλομήτορος, μηνὸς Ὑα[κ]ινθίου ἕκτῃ λή-
γοντος, ἀγομένης ἐκκλησίας ἐννόμου, ὑπὲρ τῆς τοῦ
Αὐτοκράτορος Καίσαρος Τ. Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σ[ε]βαστοῦ Εὐσεβοῦς καὶ Οὐήρου Καίσαρος καὶ
Λουκίου Καίσαρος καὶ Σεβαστῆς Φαυστίνης τύχης
25 καὶ αἰωνίου διαμονῆς καὶ [τ]οῦ σύμπαντος αὐτῶν
οἴκου· Τ. Φλαούιος Κλειτοσθένης Κλαυδιανὸς εἰσ-
ήγγειλα εἴς τε βουλὴν καὶ δῆμον ἐπιδούς τάδε τὰ
ἔγγραφα ἄρχουσι τοῖς σὺν Ἀριστοδάμῳ Καρτιδάμαν-
τος· ἐπειδὴ ἡ κατὰ πόλιν ὑπάρχουσα στοὰ ἡ π[ρ]ὸς τῇ
30 ἀγορᾷ ἀπεστέγασται μὲν ὅλη, ἐκ μέρους δὲ καὶ τὰ τῶν
τοίχων αὐτῆς καὶ οἰκοδομημάτων καταπέπτωκεν καὶ
τὰ πρόσλοιπα δὲ διαπεφορημένα κινδυνεύει εἰς ἔδα-
φος κατενεχθῆναι, πολλάκις τε περὶ τῆ[ς] κατασκευῆς
αὐτῆς καὶ ἐπισκευῆς πανδημεὶ καταβοήσεις ἐγένον-
35 το ἀναγκαίου ὄντος τοῦ ἔργου πρὸς ὅλον τὸν τῆς πόλεως
κόσμον τε καὶ ἀπόλαυσιν καὶ πολυτέλειαν, διὰ τὸ μηδὲν
ἕτερον τοιοῦτον ἐν αὐτῇ ὑπάρχειν ἔργον, καὶ
μηδενὸς μήτε ἄρχοντος μήτε ἰδιώτου ὑπεσχη-
μένου ἀπο[κατ]αστῆσαι τῇ πόλει τὸ ἔργον, συν-
40 ο[ρθ][ν] μετ[ὰ] καὶ τούτου τοῦ ἔργου καὶ τὰ ἄλλα
καταρειπτούμενα ὑπισχνοῦμαι, ὁποῖον ἂν καὶ
ὁπόσον ὁ καιρός μοι ἐπιτρέψῃ καὶ ἡ τύχη τῆς
πόλεως, κατ[αστή]σας αὐτὸ ἀποδοῦναι τῇ πόλει
σῷον ἐκ [τῶν ἰδίων] μετὰ τοῦ ὑοῦ μου Φλ. Κλειτοσθέ-
45 [νους Ἰουλιανοῦ κ]αὶ τοῦ ἐκγόνου μου Φλ. Κλειτοσθέ-
[νο]υς [Κλαυδιανοῦ]· ἐπεὶ δὲ καὶ ἐκ τῆς πε[πτ]ωκυίας
[στέγης ἔτι πλείστη] περιελείπετο ὕλη, καὶ [τ]αύτην ὑ-
[πεχώρησα ἐκ τῶν ἰδ]ίων παρασχὼ[ν] τ[οῖς] ἐργάσασ-
[θαι μέλλουσι καὶ] προσεισενεγ[κάμεν]ος· ἃ δέ μο[ι]
50 [․․․․․․․․․․․ κατά]στασιν τ[— — — — — — — — —]τα-
[․․․․․․․․․․․․․․․ ε]ὐχρηστ[— — — — — — — — —]σειν.
Search Help