[ ] Thera — 102-116 BC
1 ὑπὲρ τῆς τοῦ μεγίστου
καὶ θεῶν ἐνφανεστάτου
Αὐτοκράτορος Νέρβα Τραϊανοῦ
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
5 Δακικοῦ ὑγείας καὶ διαμονῆς καὶ
ἱερᾶς συνκλήτου καὶ δήμου Ῥωμαίων
ὁμονοίας Ἀγαθόπους Εὐτύχου
καὶ Πολυοῦχος καὶ Ἀριστόδαμος
οἱ Καρτιδάμα τὴν στοὰν ἐστέγασαν
10 ἐκ τῶν ἰδίων, τὴν τῶν ξύλων καὶ τῶν
στρωτήρων ὕλην καὶ τὴν ἐπακολουθοῦ-
σαν εἰς τὴν στέγην δαπάνην πᾶσαν πα-
ρασχόμενοι κατὰ δωρεάν· τὴν δὲ πε-
ριλειπομένην ἐκ τῆς πρώτης στέγης
15 ξυλικὴν ὕλην ἐξεχώρησαν τῇ πόλει
πρὸς τὸ ἐκ τούτων τῶν ξύλων καὶ ἕ-
τερα τῶν κατεπειγόντων καὶ κατη-
ρειμμένων ἔργων διορθώσεως
τυχεῖν.
Search Help