IG XII,3 174
[ ] Astypalaea — 6 BC — IG XII,3 Suppl. p. 278
— — — — — — — — — — — — — — — — — — — — — — —
1 [δαμιω]ργοῦ δὲ Καιρογένευς Λευ—{²mensis?}²—
Αὐτοκράτωρ Καῖσαρ θεοῦ υἱὸς Σεβαστὸς ἀρχιερεὺς
ὕπατος τὸ δωδέκατον ἀποδεδειγμένος
καὶ δημαρχικῆς ἐξουσίας τὸ ὀκτω{ι}καιδέκατον {²⁶ὀκτωκαιδέκατον}²⁶
5 Κνιδίων ἄρχουσι βουλῆι δήμωι χαίρειν. οἱ πρέσ-
βεις ὑμῶν Διονύσιος βʹ καὶ Διονύσιος βʹ τοῦ Διονυ-
σίου ἐνέτυχον ἐν Ῥώμῃ μοι καὶ τὸ ψήφισμα ἀποδόντες
κατηγόρησαν Εὐβούλου μὲν τοῦ Ἀναξανδρίδα τεθνει-
ῶτος ἤδη{ι}, Τρυφέρας δὲ τῆς γωναικὸς αὐτοῦ παρούσης
10 περὶ τοῦ θανάτου τοῦ Εὐβούλου τοῦ Χρυσίππου.  ἐγὼ
δὲ ἐξετάσαι προστάξας Γάλλωι Ἀσινίωι τῶι ἐμῶι φίλωι
τῶν οἰκετῶν τοὺς ἐνφερομένους τῆι αἰτίᾳ διὰ βα-
σάνων ἔγνων Φιλεῖνον τὸν Χρυσίππου τρεῖς νύ-
κτας συνεχῶς ἐπεληλυθότα τῆι οἰκίᾳ τῆι Εὐβού-
15 λου καὶ Τρυφέρας μεθ’ ὕβρεως καὶ τρόπωι τινὶ πολι-
ορκίας, τῆι τρίτηι δὲ συνεπη{ι}γμένον {²⁶συνεπηγμένον}²⁶ καὶ τὸν ἀδελ-
φὸν Εὔβουλον· τοὺς δὲ τῆς οἰκίας δεσπότας Εὔβου-
λον καὶ Τρυφέραν, ὡς οὔτε χρηματίζοντες πρὸς
τὸν Φιλεῖνον οὔτε ἀντιφραττόμενοι ταῖς προσ-
20 βολαῖς ἀσφαλείας ἐν τῆι ἑαυτῶν οἰκίᾳ τυχεῖν ἡδύναν-
το, προστεταχχότας ἑνὶ τῶν οἰκετῶν οὐκ ἀποκτεῖ-
ναι, ὡ[ς] ἴσως ἄν τις ὑπ’ ὀργῆς οὐ[κ] ἀδίκου προήχθη{ι}, ἀλ-
λὰ ἀνεῖρξαι κατασκεδάσαντα τὰ κόπρια αὐτῶν· τὸν
δὲ οἰκέτην σὺν τοῖς καταχεομένοις εἴτε ἑκόντα
25 εἴτε ἄκοντα —— αὐτὸς μὲν γὰρ ἐνέμεινεν ἀρνούμενο[ς] ——
ἀφεῖναι τὴν γάστραν, [κα]ὶ τὸν Εὔβουλον ὑποπεσεῖν, δικαιό-
τερον ἂν σωθέντα τἀ{ι}δελφοῦ {²⁶τἀδελφοῦ}²⁶. πέπονφα δὲ ὑμεῖν καὶ α[ὐ]-
τὰς τὰς ἀνακρίσεις. ἐθαύμαζον δ’ ἄν, πῶς εἰς τόσον
ἔδεισαν τὴν παρ’ ὑμεῖν ἐξετασίαν τῶν δούλων οἱ φ[εύ]-
30 γοντες τὴν δίκην, εἰ μή ποι σφόδρα αὐτοῖς ἐδόξ[ατε]
χαλεποὶ γεγονέναι καὶ πρὸς τὰ ἐναντία μισοπόνη[ροι],
μὴ κατὰ τῶν ἀξίων πᾶν ὁτιοῦν παθεῖν ἐπ’ ἀλλο[τρίαν]
οἰκίαν νύκτωρ μεθ’ ὕβρεως καὶ βίας τρὶς ἐπεληλυ[θό]-
των καὶ τὴν κοινὴν ἁπάντων ὑμῶν ἀσφάλεια[ν ἀφαι]-
35 ρούντων ἀγαωιχτοῦντες, ἀλλὰ κατὰ τῶν καὶ ἡ[νίκ’ ἠ]-
μύνοντο ἠτυχηκότων, ἠδικηκότων δὲ οὐδ’ ἔστ[ιν ὅτι].
ἀλλὰ νῦν ὀρθῶς ἄν μοι δοκεῖτε ποιῆσαι τῆι ἐμῆι [περὶ(?) τού]-
των γνώ{ι}μηι {²⁶γνώμηι}²⁶ προνοήσαντες καὶ τὰ ἐν τοῖς δημ[οσίοις]
ὑμῶν ὁμολογεῖν γράμματα. ἔρρωσθε.
Search Help
Contact Us