[ ]
Astypalaea — 6 BC — IG XII,3 Suppl. p. 278
| — — — — — — — — — — — — — — — — — — — — — — — | |
| 1 | [δαμιω]ργοῦ δὲ Καιρογένευς Λευ—{²mensis?}²— |
| Αὐτοκράτωρ Καῖσαρ θεοῦ υἱὸς Σεβαστὸς ἀρχιερεὺς | |
| ὕπατος τὸ δωδέκατον ἀποδεδειγμένος | |
| καὶ δημαρχικῆς ἐξουσίας τὸ ὀκτω{ι}καιδέκατον {²⁶ὀκτωκαιδέκατον}²⁶ | |
| 5 | Κνιδίων ἄρχουσι βουλῆι δήμωι χαίρειν. οἱ πρέσ- |
| βεις ὑμῶν Διονύσιος βʹ καὶ Διονύσιος βʹ τοῦ Διονυ- | |
| σίου ἐνέτυχον ἐν Ῥώμῃ μοι καὶ τὸ ψήφισμα ἀποδόντες | |
| κατηγόρησαν Εὐβούλου μὲν τοῦ Ἀναξανδρίδα τεθνει- | |
| ῶτος ἤδη{ι}, Τρυφέρας δὲ τῆς γωναικὸς αὐτοῦ παρούσης | |
| 10 | περὶ τοῦ θανάτου τοῦ Εὐβούλου τοῦ Χρυσίππου. ἐγὼ |
| δὲ ἐξετάσαι προστάξας Γάλλωι Ἀσινίωι τῶι ἐμῶι φίλωι | |
| τῶν οἰκετῶν τοὺς ἐνφερομένους τῆι αἰτίᾳ διὰ βα- | |
| σάνων ἔγνων Φιλεῖνον τὸν Χρυσίππου τρεῖς νύ- | |
| κτας συνεχῶς ἐπεληλυθότα τῆι οἰκίᾳ τῆι Εὐβού- | |
| 15 | λου καὶ Τρυφέρας μεθ’ ὕβρεως καὶ τρόπωι τινὶ πολι- |
| ορκίας, τῆι τρίτηι δὲ συνεπη{ι}γμένον {²⁶συνεπηγμένον}²⁶ καὶ τὸν ἀδελ- | |
| φὸν Εὔβουλον· τοὺς δὲ τῆς οἰκίας δεσπότας Εὔβου- | |
| λον καὶ Τρυφέραν, ὡς οὔτε χρηματίζοντες πρὸς | |
| τὸν Φιλεῖνον οὔτε ἀντιφραττόμενοι ταῖς προσ- | |
| 20 | βολαῖς ἀσφαλείας ἐν τῆι ἑαυτῶν οἰκίᾳ τυχεῖν ἡδύναν- |
| το, προστεταχχότας ἑνὶ τῶν οἰκετῶν οὐκ ἀποκτεῖ- | |
| ναι, ὡ[ς] ἴσως ἄν τις ὑπ’ ὀργῆς οὐ[κ] ἀδίκου προήχθη{ι}, ἀλ- | |
| λὰ ἀνεῖρξαι κατασκεδάσαντα τὰ κόπρια αὐτῶν· τὸν | |
| δὲ οἰκέτην σὺν τοῖς καταχεομένοις εἴτε ἑκόντα | |
| 25 | εἴτε ἄκοντα —— αὐτὸς μὲν γὰρ ἐνέμεινεν ἀρνούμενο[ς] —— |
| ἀφεῖναι τὴν γάστραν, [κα]ὶ τὸν Εὔβουλον ὑποπεσεῖν, δικαιό- | |
| τερον ἂν σωθέντα τἀ{ι}δελφοῦ {²⁶τἀδελφοῦ}²⁶. πέπονφα δὲ ὑμεῖν καὶ α[ὐ]- | |
| τὰς τὰς ἀνακρίσεις. ἐθαύμαζον δ’ ἄν, πῶς εἰς τόσον | |
| ἔδεισαν τὴν παρ’ ὑμεῖν ἐξετασίαν τῶν δούλων οἱ φ[εύ]- | |
| 30 | γοντες τὴν δίκην, εἰ μή ποι σφόδρα αὐτοῖς ἐδόξ[ατε] |
| χαλεποὶ γεγονέναι καὶ πρὸς τὰ ἐναντία μισοπόνη[ροι], | |
| μὴ κατὰ τῶν ἀξίων πᾶν ὁτιοῦν παθεῖν ἐπ’ ἀλλο[τρίαν] | |
| οἰκίαν νύκτωρ μεθ’ ὕβρεως καὶ βίας τρὶς ἐπεληλυ[θό]- | |
| των καὶ τὴν κοινὴν ἁπάντων ὑμῶν ἀσφάλεια[ν ἀφαι]- | |
| 35 | ρούντων ἀγαωιχτοῦντες, ἀλλὰ κατὰ τῶν καὶ ἡ[νίκ’ ἠ]- |
| μύνοντο ἠτυχηκότων, ἠδικηκότων δὲ οὐδ’ ἔστ[ιν ὅτι]. | |
| ἀλλὰ νῦν ὀρθῶς ἄν μοι δοκεῖτε ποιῆσαι τῆι ἐμῆι [περὶ(?) τού]- | |
| των γνώ{ι}μηι {²⁶γνώμηι}²⁶ προνοήσαντες καὶ τὰ ἐν τοῖς δημ[οσίοις] | |
| ὑμῶν ὁμολογεῖν γράμματα. ἔρρωσθε. |