IG XII,3 173
[ ] Astypalaea — 105 BC — IG XII,3 Suppl. p. 278
See also:
A                 {²multa desunt}²
1 ․․ περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξε· [πρὸς]
[τὸν δῆμον τὸν Ἀστυπαλαιέων εἰρήνην φιλίαν συμμα]-
[χίαν] ἀνανεώσασθαι· ἄνδρα καλὸν καὶ ἀγαθὸν [παρὰ δή]-
[μου] καλοῦ καὶ ἀγαθοῦ καὶ φίλου προσαγο[ρεῦσαι τούτωι]
5 [τε] φιλανθρώπως ἀποκριθῆναι· ἔδοξεν. καὶ [ὅτι Πόπλι]-
[ος] Ῥοτίλιος ὕπατος χάλκωμα συμμαχίας [ταύτης ἐν]
[τῶι] Καπετωλίωι κατηλωθῆναι φροντίσῃ [οὕτως κα]-
[θ]ὼς ἂν αὐτῷ ἐκ τῶν δημοσίων πραγμάτων [πίστεώς]
[τε] τῆς ἰδίας φαίνηται· ἔδοξεν. ὅτι [τε Πόπλιος Ῥοτί]-
10 [λι]ος ὕπατος τὸν ταμίαν κατὰ τὸ διάταγμα [ξένια δοῦναι αὐτῶι]
[κ]ελεύσῃ θυσίαν τε ἐν Καπετωλίῳ, ἐὰν θέλῃ, ποιῆσ[αι αὐτῶι ἐξῆι κατὰ]
τὸν νόμον [τόν τε] Ῥόβριον καὶ τὸν Ἀκίλιον [ἀναθεῖναί τε ἀπόγραφον ἐν]
[τ]όπωι δημοσίῳ [καὶ ἐπιφανῶς(?)] προκειμέν[ωι, οὗ ἂν πλεῖστοι παρα]-
[σ]τείχωσιν [τῶν πολιτῶν], καὶ κατ’ ἐνιαυτὸν [ἐν τῆι ἐκκλησί]-
15 [αι] ἀναγορεύ<ε>σθαι· ἔδοξεν. ἐπὶ ὑπάτ[ω]ν Ποπλ[ίου Ῥοτιλί]-
[ου] Ποπλίου υἱοῦ καὶ [Γν]αίου Μαλλίου Γναίου υἱοῦ, [στρατηγοῦ κα]-
[τὰ] πόλιν Λευκίου ․․․․․․ωνίου Λευκίου υἱοῦ, [ἐπὶ δὲ τῶν ξένων — —]
{²lacuna non indicata}² Ποπλίου υἱοῦ, [ὡς δὲ Ἀστυπαλαιεῖς]
․․ ἄγουσιν ἐπὶ [Φιλε]τα<ί>ρου τοῦ — — — — — — — — — — — — — — —
20 — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
․․ καὶ <τ>αύτης <τῆς> συμμαχίας δοθῆναι τῷ δήμῳ [τῶι Ἀστυπαλαιέων πίνα]-
[κα] κατὰ δόγμα συγκλήτου.
B.25                {²trium versuum spatium}²
[— — — — — — — — — — — — — — — — — — — — — — τῶι δήμωι τῶι]
[Ῥωμαίων καὶ] τῷ δήμῳ τῷ Ἀστυπαλαιέων εἰρήνη καὶ [φιλία]
[καὶ συμμαχία] ἔστω καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν [εἰς τὸν ἅ]-
[παντα χρόνον]· πόλεμος δὲ μὴ ἔστω. ὁ δῆμος [ὁ Ἀστυπαλαιέων μὴ δι]-
30 [ιέτω τοὺς] πολεμίους καὶ ὑπεναντίους [τοῦ δήμου τοῦ Ῥωμαίων]
[διὰ τῆς ἰδίας χώρας καὶ ἧς ἂν ὁ δῆμος ὁ Ἀστυπαλαιέων κρατῆι δη]-
[μοσί]ᾳ βουλῇ, ὥστε τῷ δήμῳ τῷ Ῥωμαίων καὶ τοῖς ὑπὸ Ῥωμαίου[ς]
[τα]σσομένοις πόλεμον ἐπιφέρωσι· μήτε τοῖς πο[λεμίοις μήτε ὅπλοις]
μήτε χρήμασι μήτε ναυσὶν βοηθείτω {ο} δημοσ[ί]αι βουλῇ δόλ[ωι πονηρῶι].
35 ὁ δῆμος ὁ Ρωμαίων τοὺς πολεμίους καὶ ὑπεναντίους [τῆς βουλῆς]
[καὶ τ]οῦ δήμου τοῦ Ἀστυπαλαιέων διὰ τῆς ἰδίας χώρας καὶ ἧς ἂν
[κρατῆι ὁ δῆμος ὁ Ῥωμαίων μὴ διιέτω] δημοσ[ί]αι βουλῇ δό[λ]ω[ι πο]-
[νηρῶι, ὥστε τῶι δήμωι τῶι] Ἀστυπαλαιέων καὶ τοῖς ὑπ’ αὐτοὺς
τασσομένοις πόλεμον ἐπιφέρωσιν· μήτε <τοῖς πολεμίοις μήτε> ὅπλοις μήτε χρήμα{τα}σι {²⁶χρήμασι}²⁶ μήτε
40 ναυσὶ βοηθεί[τω] μήτε δόλῳ πονηρῷ. ἐὰν δέ τις πόλεμον ἐπιφέρῃ τῷ δήμῳ [τῶι]
Ἀστυπαλαιέων, ὁ δῆμος <ὁ> Ῥωμαίων [τῶι δήμωι τῶι Ἀστυπαλαιέων βοηθείτω(?). ἐὰν δέ]
[τίς] πρότερος πόλεμον ἐπιφέρῃ [τῶι δήμωι τῶι Ῥωμαίων, ὁ δῆμος ὁ Ἀστυπαλαιέων βοηθείτω [ἐκ]
[τῶν] συνθηκῶν καὶ ὁρκίων [τῶν γεγενημένων — — ἀνὰ μέσον(?)]
τοῦ δήμου τῶν Ῥωμαίων καὶ τοῦ δήμου τῶν Ἀστυπαλαιέων.
45 ἐὰν δέ τι πρὸς ταύτας τὰς συνθήκας κοινῇ βουλῇ προσθεῖναι ἢ
ἀφελεῖν βούλ[ω]νται ὁ δῆμος καὶ ἡ βουλή, [ὅσ’] ἂν θελήσει ἐξέστω· ἃ δὲ ἂν προσθῶσιν
ἐν ταῖς συνθήκαις ἢ <ἃ> ἂν ἀφέ[λ]ωσιν ἐκ τῶν συνθηκῶν, ἐκτὸς ἔστω ταῦτα <ἐν> ταῖς
συνθήκαις γεγραμμένα· <ἀναθέντων δὲ> ἀνάθημα ἓμ μὲν Ῥωμαίων ἐν τῷ Καπετωλίῳ ναῷ τοῦ
Διός, ἓν δὲ Ἀστυπαλαιέων ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς καὶ τοῦ Ἀσκληπιοῦ καὶ πρὸς
50 τῷ βωμῷ ․․․․ τῆς Ῥώμης.
C.51 ἔδοξε τῷ δάμῳ· [Ἀρ]χωνίδας Εὐκλεῦς ἐπεστάτει, πρυτανίων [γνώμα]·
[ἐπ]ειδ[ὴ] παρα<γε>γένηται ὁ ἀποσταλεὶς πρεσβευτὰς εἰς Ῥώμαν Ῥ<ο>δοκλῆς Ἀντιμάχου καὶ
[τὰ] πε[ρὶ συμμαχίας] δογματισθέντα [ἀπενήνοχε], δοθεῖσα(?) δὲ δι’ αὐτοῦ <τοῦ> ψαφίσματος
— — — — — — — — — — τούς πρεσβευτὰς ὑπὲρ τᾶς πατρίδος καὶ Ῥώ[μας —]
55 — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
προαιρούμενος [καὶ] πᾶσαν σπουδὰν καὶ φιλοτιμίαν [ποτ]ενενκάμενος
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
— — — — — — — συμμαχίαν ποτὶ τοὺς [Ῥωμαίους — — — — — — — — — —]
— — — — — — — ἐπαινέσαι μὲν [Ῥοδοκλῆ Ἀντιμάχου — — — — — — — —]
Search Help
Contact Us