[ ] Ionia — Miletos — bef. 167 BC? — Milet I 3, 152
A.1 Ἐρ̣μίας Ἀρχίου εἶπεν· περὶ ὦν ἀ βόλλα προεβούλευσε(!) καὶ οἰ στρά-
τ̣αγοι προτίθεισι καὶ τῶν τιμώχων καὶ πρεσβυτέρων οἰ παρέον-
τ̣ες ἔπηλθον· ἐπειδὴ παραγέγοναν εἰς τὰν πόλιν οἰ μεταπέμ-
φθεντες ἐκ Μιλήτω δίκασται ἐπὶ ταὶς δίκαις ταὶς κὰ<τ> τὰν ἐπισυν̣-
5 θήκαν τὰν πρὸς Ἐρεσίοις καὶ συνθήκαν, Ἀξίοχος Μόλπω, Ἀντίγο̣-
νος Δημητρίω, ἀνάγκαιον δέ ἐστιν καὶ σύμφερον περί τε τῶν κὰτ
τὰν ἐνδαμίαν αὔτων προνοήθην καὶ περὶ ἐξαποστόλας καὶ πορη̣[ί]-
ω καὶ τῶ συναποκατασστάσοντος αὔτοις, ὄπως κε οὖν περὶ τού-
των βολλεύσαιτο ἀ βόλλα καὶ ὀ δᾶμος, δέδοχθαι τῶ δάμω·
10 τοὶς μὲν στρατάγοις καὶ τοὶς ἐξετάσταις καὶ τὸν ἀντιγράφεα
προνοήθην περὶ τῶν κὰτ τὰν ἐνδαμίαν αὔτων· τοὶ<ς> δὲ ἐπὶ τῶ χει-
ρίσμω ταμίαις δόμεναι τοῖς δικάσταις εἴς τε τὰν ἐξαποστόλαν
καὶ τὸ πορήϊον, ὄπως ἀνακομίσθωσι ἀσφάλως, δράχμαις Ἀλε-
ξανδρείαις ἔκατον, δεῖξαι δὲ ἐν τᾶ ἐκκλησία ἤδη καὶ τὸν συναπο-
15 καταστάσοντα αὔτοις· ὀ δὲ πρύτανις καὶ ὀ βασίλευς καλεσσάτω̣-
σαν τοίς τε δικάσταις καὶ τὸν ἀγώγεα εἰς τὸ πρυτανήϊον ἐπὶ τὰν κο<ί>-
ναν ἐστίαν τᾶς πόλιος. ὀ συναποκατα<στά>σων ἐδείχθη Ἐρμίας Ἀρχία.
B.18 Ἐρμίας Ἀρχία εἶπε· περὶ ὦν ἀ βόλλα προεβόλλευσε καὶ οἰ στράταγοι
προτίθεισι καὶ τῶν τιμώχων καὶ πρεσβυτέρων οἰ παρέοντες ἔπηλ-
20 θον· ἐπειδὴ διαδεδίκασται αἰ δίκαι αἰ κὰτ τὰν ἐπισυνθήκαν
τὰν πρὸς Ἐρεσίοις καὶ συνθήκαν, ἐφ’ αἲς μετεπεμψάμεθα τὸ δικασ-
τήριον ἔκ τε Μιλήτω καὶ Σάμω καὶ Αἴγαν, ἀνάγκαιον δέ ἐστι καὶ σύμ̣-
φερον τὰν πα<ῖ>σαν τῶν δικάσταν προσενενηνεγμένων(!) σπούδα[ν]
τε καὶ φιλοτιμίαν εἰς <τὸ> τὰ ἐνεστάκοντα παρ’ ἐκατέρων ἐγκλήματα κα[ὶ]
25 συναλλάγματα διεξάχθην ὄρθως καὶ δικαίως καὶ τὸν δᾶμον πε-
ρὶ αὔτων τὰν καθήκοισαν ποιήσασθαι σπούδαν, ὄππως κε οὖν περὶ τί-
μαν τῶ τε δάμω τῶ Μιλασίων καὶ τῶν ἐξαποσταλέντων δικάσ-
ταν βολλεύσαιτο ἀ βόλλα καὶ ὀ δᾶμος, ἀγάθα τύχα δέδοχθαι τῶ̣
δάμω· ἐπειδὴ μεταπεμπομένων ἀμμέων καὶ Ἐρεσίων δικαστήριον̣,
30 Μιλάσιοι ἔοντες ἄμμι συγγένεες καὶ φίλοι καὶ εὔνοοι τὰν παῖσαν ἐπιμέλειαν
καὶ σπούδαν ποιησάμενοι ἀπέστελλαν ἄνδρας κάλοις καὶ ἀγάθοις Ἀξίοχον
Μόλπω, Ἀντίγονον Δημητρίω, οἲ καὶ παραγενόμενοι ταίς τε δίκαις ἐδίκασσαν̣
ὄρθως καὶ δικαίως καὶ κὰτ τὰ συγκείμενα τοῖς δάμοις καὶ τὰν ἀναστρόφαν̣
[ἐ]ποιήσαντον(!) καὶ καθ’ ὂγ καῖρον ἐδίκαζον καὶ μετὰ τὸ ἀφέθην κάλως καὶ εὐκό[σ]-
35 μως καὶ ἀξίως τᾶς τε ἄμμας πόλιος καὶ τῶ ἐξαποστέλλαντος αὔτοις δάμ[ω],
ἐπὶ δὴ τούτοις ἐπαίνησθαι μὲν τὸν δᾶμον τὸμ Μιλασίων καὶ στεφάνωσ-
θαι αὖτον καθ’ ἔκαστον ἐνίαυτον τῶ μῆνος τῶ Ἀπολλωνίω τᾶ νε{ν}αμέρα {²⁶νεαμέρα}²⁶, ἐπε̣[ί]
κε ὀ δᾶμος συντέλη τάν τε πανάγυριν καὶ ταὶς θυσίαις ἀναγγέλλοντος τῶ κά-
[ρ]υκος, ὄτι ὀ δᾶμος στεφάνοι τὸν δᾶμον τὸν Μιλασίων ἀποστέλλοντα δ[ι]-
40 [κ]άσταις ἄνδρας κάλοις καὶ ἀγάθοις ἀρέτας ἔνεκα καὶ εὐνοίας τᾶς εἰς αὖτον
στεφάνωι χρυσίωι τῶι ἐννόμω. ἐπαίνησθαι δὲ καὶ τοὶς δικάσταις καὶ στεφ[ά]-
νωσθαι αὔτοις ἐν τᾶι αὔται ἀμέρα διὰ βίω τῶ {ι} ἐαύτων ἀναγγέλλοντος τῶ κά-
[ρ]υκος, ὄττι ὀ δᾶμος στεφάνοι Ἀξίοχον Μόλπω, Ἀντίγονον Δημητρίω Μιλασ[ί]-
οις δικάσσαντας ταὶς δίκαις ταὶς κὰτ τὰ συγκείμενα πρὸς Ἐρεσίοις ὄρθως καὶ̣
45 δ̣ικαίως καὶ ἀκολούθως τοῖς ἐγγράφοις ἀρέτας ἔνεκα καὶ εὐνοίας καὶ δικαιο̣-
σύνας τᾶς εἰς αὖτον στεφάνω χρυσίω τῶι ἐννόμωι. τᾶς δὲ ἀναγγελίας τῶν̣
σ̣τεφάνων ἐπιμέλειαν ποιήσασθαι τοὶς στρατάγοις αἴει τοὶς ἐ̣νεστάκον-
τ̣ας· δέδοσθαι δὲ αὔτοις καὶ ἐκγόνοις πολιτείαν παρ’ ἄμμιν μετεχόντεσσ̣[ι]
π̣άντων ὦγ καὶ οἰ ἄλλοι πόλιται μετέχοισι. ὄππω[ς] δὲ καὶ Μιλάσιοι παρακο̣-
50 λ̣ούθωσι τᾶ τῶ δάμω εὐχαριστίαι, δεῖξαι πρεσβεύτ̣αν ἐν τᾶι ἐκκλησίαι ἤδ̣[η],
ὄστις παραγενόμενος πρὸς Μιλασίοις παρακαλέσει αὔτοις ἔοντας ἄμ̣μ̣[ι]
σ̣υγγένεας καὶ φίλοις καὶ εὐνοίοις προσδέξασθαί τε τὰ ἐψαφίσμενα με̣-
τ̣’ εὐνοίας καὶ παρ̣’ ἐαύτοις ποιήσασθαι τὰν ἀναγγελίαν τῶν στεφάνων̣ [ἐπὶ]
τοῖς Διονυσίοις τῶ ἄγωνι τῶ σκανίκω, ἀναγράψαντα̣ς δὲ καὶ τὸ ψάφισμα τ[οῦ]-
55 το εἰς στάλαν λεύκω λίθω ἀναθέμεναι ἐν τόπω ὠς ἐπιφανεστάτω, καὶ ἐμφα[νί]-
σ̣ει αὔτοις, ὄττι ταῦτα ποιήσαντες χαρίηνται τῶι δάμω̣ι. πρεσβεύτας [ἐ]-
δείχθη       Ἐρμίας Ἀρχία.
C.58 Μανδρόδικος Ἀρχεσστράτω εἶπεν· περὶ ὦν ἀ βόλλα προεβόλλευσε καὶ τῶν ἀρχό[ν]-
των οἰ παρέοντες προτίθεισι καὶ ἔπηλθον· ἐπειδὴ διαδεδίκασται αἰ δίκαι αἰ πρὸς
60 Μαθυμναίοις κατά <τ>ε τὰν συνθήκαν καὶ ἐπισυνθήκαν, ἐφ’ αἲς μετεπεμψάμεθα̣
τοῖς ἐγ Μιλήτω δικάσταις, οἲ καὶ παραγέγοναν εἰς τὰμ πόλιν ἄμμων κατὰ τὸ κά̣-
θηκον, ὄπως κε οὖν περὶ ξενίσμω αὔτων καὶ ἐξαποστόλας βολλεύσαιτο ὀ δ[ᾶ]-
μος καὶ ἴνα τιμήθη καὶ στεφανώθη ὄ τε δᾶμος ὀ Μιλασίων καὶ ο[ἰ] ἐξαποστάλεντες ὐ-
π’ αὔτων δίκασται, ἀποκαταστάθηεν δὲ καὶ εἰς τὰν ἰδίαν ὐπὸ τῶ ἀγώγεος Πρωτία̣
65 τῶ Κλεισιππίδα καὶ δοθείη τὸ εἰς τὸ̣ πόρειον, καὶ περὶ πόρω, πόρος δ’ εἴη, ὄγ κε ὀ δᾶ̣-
μος αἰνήση,    δέδοχθαι τῶ δάμωι· ἐπειδὴ μεταπεμψαμένω δικάσταις τῶ δά-
μω ἐγ Μιλάτω ἐπὶ ταὶς δίκαις ταῖς πρὸς Μαθυμναίοις ταὶς κὰτ τὰν συνθήκαν καὶ ἐπισυνθή̣-
καν, Μ<ι>λάσιοι ἔοντες ἄμμι συγγένεες καὶ φίλοι καὶ εὔνοοι τὰν παῖσαν πρόνοιαν κα[ὶ]
σπούδαν ποιησάμενοι ἐξαπέστελλαν δικάσταις ἄνδρας κάλοις κἀγάθοις Ἀξ[ί]-
70 οχον Μόλπω, Ἀντίγονον Δημητρίω, οἲ καὶ παραγενόμενοι εἰς Μέσσον ταὶς μὲν ἐδ[ί]-
κασσαν τᾶν δίκαν ὄρθως καὶ δικαίως κατά τε τὰν συνθήκαν καὶ ἐπισυνθήκαν, τί-
νας δὲ καὶ συνέλυσαν καὶ τὰν λοίπαν ἀναστρόφαν ἐποιήσαντο δικάζοντές
τε καὶ μετὰ τὸ ἀφέθην εὐκόσμως καὶ ἀξίως τᾶς τε ἄμμας πόλιος καὶ τᾶς ἐαύτων
π̣άτριδος, παραγενόμενοι δὲ καὶ εἰς τὰμ πόλιν ἄμμων ἐποιήσαντο τὰν παρεπι-
75 δαμίαν, ὠς κάθηκον ἦν, μετὰ παίσας εὐκοσμίας· ἐφ’ οἷς ἐπαίνησαι μὲν τὸν δᾶμον τὸμ
Μ̣ιλασίων καὶ στεφάνωσθαι ἀν’ ἔκαστον ἐνίαυτον ἐπί τε τοῖς Διονυσίοισι τῶ ἄγωνι τῶν
τ̣ραγώιδων καὶ ἐν τοῖς Πτολεμαέοισι καὶ Ἠρακλέοισι τοῖς ἀγώνεσσι τοῖς γυμνίκοισι ἀ-
ν̣αγγέλλοντος τῶ κάρυκος, ὄττι ὀ δᾶμος στεφάνοι τὸν δᾶμον τὸμ Μιλασίων  ἀποστέλ-
λ̣αντα δικάσταις εἰς Μέσσον ἐπὶ ταὶς δίκαις ταὶς πρὸς Μαθυμναίοις ἄνδρας κάλοις κἀγά-
80 θοις ἀρέτας ἔνεκα καὶ εὐνοίας τᾶς εἰς αὖτον στεφάνω χρυσίωι τῶι ἐννόμω. ἐπαίνησαι δὲ
κ̣αὶ τοὶς δικάσταις Ἀξίοχον Μόλλπω(!), Ἀντίγονον Δημητρίω καὶ στεφάνωσθαι αὔτοις ἀν’ ἔ-
κ̣αστον ἐν<ίαυτον ἔν> τε τοῖς Διονυσίοις τῶι ἄγωνι τῶν τραγώιδων καὶ ἐν τοῖς Πτολεμαέοισι καὶ Ἠρα-
κ̣λέοισι τοῖς ἀγώνεσσι τοῖς γυμνίκοισι ἀναγγέλλοντος τῶ κάρυκος, ὄττι ὀ δᾶμος στεφά-
[ν]οι τοὶς ἐγ Μιλάτω δικάσταις Ἀξίοχον Μόλπω, Ἀντίγονον Δημητρίω δικάσσαντας ταὶς δί-
85 κ̣αις ὄρθως καὶ δικαίως κατὰ τὰ συγκείμενα πρὸς Μαθυμ<ν>αίοις ἀρέτας ἔνεκα καὶ εὐνοίας τᾶς
εἰς αὖτον στεφάνω χρυσίω τῶι ἐννόμω· κάλησθαι δ’ αὔτοις καὶ εἰς προεδρίαν ἐν τοῖς ἀγώ̣-
ν̣εσσι πάντεσσι, οἶς ἀ πόλις συντέλει, ἐπεί κε καὶ τοὶς ἄλλοις εὐεργέταις τοὶς τᾶς πόλιος
κ̣αλέωμεν· τᾶς δὲ ἀναγγελίας τῶν στεφάνων ἐπιμέλεισθαι ἐμ μὲν τοῖς Διονυσίοισι τὸγ χο-
[ρ]οστάταν, ἐν δὲ τοῖς Πτολεμαέοισι καὶ Ἠρακλέοισι τὸν γυμνασίαρχον. ἔμμεναι δὲ αὔτοις
90 καὶ πολίταις τᾶς ἄμμας πόλιος καὶ προξένοις καὶ <τοὶς> ἐκγόνοις αὔτων καὶ δέδοσθαι αὔτοις [ἔ]-
φοδον ἐπί τε βόλλαν καὶ δᾶμον μετὰ τὰ ἴερα πρώτοισι καὶ εἴσπλουν καὶ ἔκπλουν̣
κ̣αὶ ἐμ πολέμωι καὶ ἐν εἰράναι {ασυλει} ἀσύλι καὶ ἀσπόνδι καὶ δίκαις προ{σ}δίκοις {²⁶προδίκοις}²⁶. τοὶς δὲ
ἐ̣ξετάστα̣ις ἀνάγραψαι τὰ ὀνόματα αὔτων πάτροθεν καὶ τᾶς πόλιος εἰς στάλαν, ὄ-
ποι καὶ οἰ ἄλλοι πρόξενοι καὶ εὐέργεται τᾶς πόλιος ἀναγέγραπται· ὀ δὲ δικαστάγωγος
95 <Π>ρωτίας ἀποκαταστασάτω αὔτοις εἰς τὰν ἰδίαν καὶ ἀνάδοις τὸ ψάφισμα καὶ ἐ-
πέλθων {ἐπέλθων} ἐπ’ ἐκλησίαν παρακαλήτω Μιλασίοις ἔοντας ἄμμι συγγένεας καὶ φί-
λ̣οις καὶ εὐνόοις ἀποδέξασθαί τε τὰ τίμια μετὰ παίσας εὐνοίας καὶ τὰν ἀ̣ν̣αγγελίαν τῶν
στεφάνων ποίησθαι καὶ παρ’ ἐαύτοις κατ’ ἔκαστον ἐνίαυτον ἐν τοῖς Διονυσίοισι, καὶ ἴνα ἀνά-
γραφεν τὸ ψάφισμα εἰς στάλαν λεύκω λίθω ἀνατίθη εἰς τὸν ἐπιφανέστατον τόπον τᾶς̣
100 πόλιος· ὀ δὲ πρύτανις καὶ οἰ βασίλεις καλεσσάτωσαν τοὶς δικάσταις καὶ τὸν δικαστάγω-
γ̣ον εἰς τὸ προτανήιον ἐπὶ τὰν κοίναν ἐστίαν τᾶς πόλιος, τὸ δ’ εἰς τὰν κλῆσιν δότω ὀ
τ̣αμίας κατὰ τὰν κατάταξιν, δότω δὲ ὀ ταμίας καὶ εἰς ἀποστόλαν ἐκατέρω τῶν δικάσ-
ταν Ἀλεξανδρήαις δράχμαις πεντήκοντα καὶ ξένια ὄσα τοῖς προξένοισι τὰ ἐν νό-
μωι διακείμενα. δότω δὲ καὶ τῶ ἀποκαταστάσοντι τοὶς δικάσταις εἰς πόρειον Ἀ-
105 [λ]εξανδρήαις δράχμαις τριάκοντα τρεῖς δύ’ ὀβόλοις ἀπὸ τῶ ἔοντος ἀργυρίω̣ καὶ
[με]θόδια κατὰ τὰν κατάτα̣[ξιν, κ]ατότι ὀ δᾶμος ἐχειροτόνησε.
Search Help