[ ] Ionia — Magnesia on the Maeander — ca. 199 BC — IMagnesia 52
1 ἔγνω ὀ δᾶμος· π̣[ερὶ ὦν οἰ στράταγοι προ]-
{ε}τίθει̣σ[ι {²⁶[προ]τίθει̣σ[ι]}²⁶ καὶ ἔπηλθον· ἐπειδὴ ὀ δᾶμος]
ὀ Μα[γ]νήτ[ων — — — — — — — — — — — — —]
ωπ․․․, Διονύσιο[ς Ε][— — — — — — — — —]
5 τω Ἀγ[— — — — — — ψάφισμα] ἀπέδωκ[αν ἐν ὦι ἐμφα]-
νίζοισι ὄ[τ<τ>ι γνόν]τ̣ες χρῆσαι ἐαύτοισ[ι τὸν θέον]
τὸν ἐν Δέλφοισι λώϊον καὶ ἄμεινο[ν ἔμμε]-
ναι σεβομένοις Ἄρτεμιν Λευκοφρυάνα[ν]
καὶ νομισσάντεσσι τάν τε πόλιν καὶ τὰν χ[ώ]-
10 ραν ἴραν καὶ ἄσυλον ἔμμεναι, ἐψαφίσμενοί
ἐντι συντελείην τᾶ ἀρχαγέτιδι τᾶς πόλιος
αὔτων Ἀρτέμιδι Λευκοφρυάνα διὰ πέντε ἐ-
τέων θυσίαν καὶ πανάγυριν καὶ ἐκεχειρίαν κα[ὶ]
ἄγωνα στεφανίταν ἰσοπύθιον μούσικον καὶ
15 γύμνικον καὶ ἴππικον, δικαίαν ἀποδίδοντες
χάριν τᾶ εὐεργέτιδι, καὶ παρακαλείοισι τὸν δᾶ-
μον φίλον ἔοντα καὶ συγγένηα μετέχην τᾶν
θυσίαν καὶ τᾶς παναγύριος καὶ τᾶν ἐκεχει-
ρί[αν], διελέχθησαν δὲ καὶ οἰ πρέσβευται ἀκο-
20 λ[ού]θως τοῖς ἐν τῶι ψαφίσματι γεγραμμένο[ισι]
τᾶς [φι]λοτιμίας οὖδεν ἐλλείποντες· ὄπως οὖν
[ὀ δᾶ]μος φαίνηται ἐμ πάντι καίρωι τάν τε πρ[ὸς]
[το]ὶς θέοις εὐσέβειαν αὔξων καὶ τὰν πρὸς Μ[ά]-
[γ]νητας συγγένειαν καὶ φιλίαν διατηρ[έ]ων,
25 [Ἀ]γ[ά]θα Τύχα    δέδοχθαι τῶι δάμωι, ἐπαίνε-
[σ]αι [μ]ὲν Μάγνητας ἐπὶ τᾶ εὐσε[β]είαι τᾶ πρὸς
τὸ θ[ε]ῖον καὶ ἐπὶ τᾶι εὐνοίαι τᾶι πρὸς τὰν πόλι[ν],
δέχεσθαι δὲ παρ’ αὔτων ταίς τε θυσίας καὶ
τὸν ἄγωνα ἰσοπύθιον, ἔμμεναι δὲ καὶ τὰν πό-
30 λιν καὶ τὰν χώραν ἴραν καὶ ἄσυλον, καθά-
περ Μάγνητες ἀξίοισι, δίδωσθαι δὲ καὶ
τοῖς ἐπαγγελλόντεσσι θεώροισι πὰρ Μαγν[ή]-
των εἴς τε ἐνάρχαν καὶ ἐφέστιον κ[αὶ] ξένια,
[ὄ]σα καὶ τοῖς τὰ Πύθια ἐπαγγελλόν[τ]εσσι [ἐν]
35 [ν]όμω γέγραπται, καὶ ἐπεί κε καθήκη̣ ὀ ἄγω[ν]
[κ]αὶ ἐπαγγέλλωσι οἰ θέωροι οἰ παρὰ Μαγνή-
[τ]ων, χειροτονήτω ὀ δᾶμος τῶ μῆννο[ς] τῶ
[Τε]ρφειωι(!) τᾶ ὀκτωκαιδεκάτα θεώροις δ[ύο ἐξ]
[ἀ]πάντων τᾶν(!) πολίταν, δόμεναι δὲ καὶ ὄδ[ι]-
40 [ον] τοῖς πρεσβεύταισι τὰ ἐν νόμωι διακό[σια].
          [κ]ατὰ τὰ αὐτὰ δὲ ἐψηφίσαν[το]·
          [Μη]θυμναῖοι, Ἀντισσαῖοι.
Search Help
Contact Us