[ ] Lesbos — Eresos — after 14 AD
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — —]εσαμεν[— — — — — — — — — — — — — — — — — — — — — — —]
[ἐβουθύτη]σ̣ε μὲν ὐπὲρ ὐγιήα[ς — — — — — — — — — — — — — — ἐπετέλεσσε δὲ]
[γλύ]κισμον τοῖς τε πολίταις [κ]αὶ [Ῥ]ωαίοις καὶ παρο][κ]οις. ἔν τ[ε προτάνει]
5 [Κλα]υδίω Νέρωνι τὰ μὲν Νεδάμ[εια καὶ Σέβ]αστα τὸ πρῶ̣[τον][βουθύτησεν, ἐπε]-
[τέλ]εσσε δὲ καὶ γλύκισμον τοῖς [τε πολ]είταις καὶ [Ῥ]ωμαίοις καὶ [παροίκ]οις [καὶ]
[τοῖς] Καισαρήοις ταῖς σωτηρίοις [ἀμέραις] τῶ Σεβάστω Κ[αί]σα[ρος ἔδ]ωκ̣ε [τοῖς προ]-
[γεγρ]αμμένοις ὐπὸ τὰν εὐωχίαν [καὶ] ἀνά[κ]λισιν ἄρνα καὶ κερά[μιον οἴνω καὶ ἄρτω]
[μνα]ὶς τρεῖς. ἐν δὲ προτάνει Γαΐω Καίσαρι τῶ παῖδι τῶ Σεβάστ[ω ἀ]γίμονι [τᾶς νεό]-
10 [τατ]ος ἐβουθύτησε μὲν πάλιν τὰ Νεδάμεια καὶ Σέβαστα, ἐπε[τέλε]σ[σε]ν δὲ [γλύκισ]-
[μον] τοῖς τε πολείταις καὶ Ῥωμαίοις [καὶ παρ]οί[κο]ις. ἔν τε πρυ̣τ[άνει Ἀ]π̣[ολ]λων[ο]-
[δό]τω προσανγελίας γενομένας ἐπὶ σαωτηρία καὶ νίκα τῶ Σεβάστω ἐβουθ[ύτη]-
[σε]ν ἐπὶ τοῖς εὐανγελίοις τοῖς θέοις πάντεσσι καὶ παίσαις [καὶ ἀνέκλι]νε μὲ[ν ἐπὶ]
[τ]ὰν βουθυσίαν τοίς τε πολίταις [καὶ Ῥ]ωμαίοις καὶ παροίκοις, [ἐπέδ]ω[κ]ε δὲ [τοῖς]
15 [προ]γεγραμμένοις καὶ εἰς τὰν ε[ὐωχ]ίαν οἴνω [κ]εράμιον καὶ ἄ[ρτω μναὶ]ς τρεῖς. [καθ]-
[ιέρ]ωσε δὲ καὶ τοῖς παίδεσσι τῶ Σεβ[άστ]ω τέμενός τε καὶ να[ῦον ἐκ] τῶν ἰδ[ίων]
[ἐν τ]ῶ ἐπιφανεστάτω τόπω τᾶς ἀγόρας, ὄπποι καὶ ἐπιγέγραπται, [βουλό]μενος̣ [ἐνδεί]-
[κνυ]σθαι τὰν εἰς πάντα τὸν οἶκον εὐχαριστίαν αὔτω καὶ εὐσέβ[εια]ν. ἔχων [δὲ χωρί]-
[ον ἰ]διόκτητον ἐν τῶ ἐπιφανεστ[ά]τω τᾶ πόλι κατεσκεύασε[ν καὶ] ἐν τούτ[ω τέμε]-
20 [νός] τε καὶ ναῦον καὶ προγραψάμενος ἐπὶ τᾶς βόλλ{λ}ας {²⁶βόλλας}²⁶ ἀνέθηκ[ε Λιο]υ[ία] Σεβ[άστα]
[Προ]νοία τᾶ γύναικι τῶ Σεβάστω θέω Καίσαρος, καθόττι καὶ ἀ ἐπι[γράφα π]εριέ[χει. ἰδρύ]-
[σα]το δὲ καὶ ἐπὶ τῶ λίμενι τῶ ἐμ̣[πορί]ω [να]ῦ̣ον τῶ Σεβάστω θέ[ω Καίσαρι], ὄπ[πως μή]-
[δε]ις τόπος ἐπίσαμος ἀπολίπη[ται τᾶς ε]ἰς τὸν θέον ἐξ αὔτω ε[ὐνοίας] κ̣αὶ εὐ[σεβεί]-
[α]ς. κατεσκεύασεν δὲ ναῦον τῶ Σεβά[στω θ]έω Καίσαρι καὶ ἐπὶ [— — — — — — — — — με]-
25 [τὰ] τᾶς γύναικος αὔτω Ἀμμίω τᾶς Ἀπ̣[ολλ]οφάνη, οὐ μόνον τ[ὰν πόλι]ν ἀλ[λὰ καὶ τὰν]
[λο]ίπαν ἐπαρχήαν μάρτυρα ποήμενος τᾶς εἰς τὸν θέον εὐσε[βεία]ς. vestigia litterarum
                                      vacat
Search Help
Contact Us