[ ]
Lesbos — Eresos — 209-204 BC
| 1 | Ἔρμος Δαμονίκειος εἶπε· περὶ ὦν ἀ βόλλα προεβόλ- |
| λευσε καὶ οἰ ἄρχοντες προτίθεισι, περὶ ὦν Βάκχιος | |
| Ἐρμοδίκω, Εὐφάνης Δαμάρχω, Γλαύκων Μένωνος, | |
| Εὐρύλοχος Βακχίω ἔπηλθον, ὄπως κε Ἀγλάνωρ Π[ε]- | |
| 5 | ριάνδρω γυμνασίαρχος γενόμενος καὶ ἐπιμελή- |
| θεις τῶν κατὰ τὸ Πτολεμάϊον ὄρθως καὶ ἀκολούθ[ως] | |
| τᾶ προαιρέσει τᾶ τῶ δάμω, ἂν ἔχων διατέλει π[ρὸς] | |
| τὸν βασίλεα, καὶ ἐπιμελήθεις τῶ ἄγωνος ὂν [συν]- | |
| τέλει ὀ̣ δᾶμος τῶ βασίλει ὄρθως καὶ δικαίως, καὶ ἐ[ν] | |
| 10 | τᾶ ἀμέρα τᾶ τῶ βασίλεος θυσιάσαις μετὰ τῶν ν[έ]- |
| ων καὶ τῶν ἀλειφομένων τῶ τε βασίλει καὶ τᾶ βασ̣[ι]- | |
| λίσσα καὶ τῶ παῖδι αὔτων, θυσιάσαις δὲ καὶ πάν- | |
| τεσσι καὶ πάσαισι πανδᾶμι καὶ παραλάβων εἰς | |
| τὰν θυσίαν τοὶς πολίταις καὶ ἐστιάσαις ἐν τοῖς Πτ[ο]- | |
| 15 | λεμαείοισι, ἐπιμελήθεις δὲ καὶ τῶν νέων καὶ |
| τῶν ἄλλων τῶν παραγινομένων εἰς τὸν τόπ̣ον̣ | |
| εὐτάκτως καὶ ἀρμοζόντως καὶ δαπανάσαις ἐκ τῶν | |
| [ἰ]δίων καὶ πλέονα εἴς τε ὄπλα καὶ διαδρόμαις καὶ κ[ρε]- | |
| ανομίαις καὶ εἰς τὰν ἄλλαν χοραγίαν, ἐξαγάγ[ων] | |
| 20 | δὲ τοὶς νέοις καὶ τῶν ἄλλων τοὶς θέλοντας ἐπὶ τ̣[ὰ ὄ]- |
| [ρι]α τᾶς χώρας καὶ ἐπιδείξαις ἐκ τῶν ἰδίων δ[α]- | |
| [πα]ναμάτωμ· ἐφ’ οἷς πάντεσσι τούτοισι ἐστεφάνω- | |
| [σα]ν αὖτον οἰ νέοι στεφάνω χρυσίω καὶ εἴκονι· ποιή- | |
| σ̣αις δὲ καὶ Ἔρμ[ε]ια καὶ ἐστιάσαις τοὶς ἀλειφομέν[οις] | |
| 25 | ․․․․ καὶ [— — — — — — — — — — τῶν νέ]ων εὐκοσμία |