[ ]
Lesbos — Methymna — ca. 129 BC
| 1 | ἐπὶ πρυτάνεως Τιμίχου τοῦ Ἀνθεμοκλείους καὶ γ[υ]- |
| μνασιάρχων Ἡράκωνος τοῦ Δαμοκλείους, Ἀπολλω- | |
| νίου τοῦ Φάνη, μηνὸς Πανθείου· ἀγαθῇ τύχηι ἔδο- | |
| ξεν τοῖς νέοις· ἐπειδὴ καὶ ἐκ τῶν ἔνπροσθεν χρόνων | |
| 5 | πολλάκις ἐπιδεδωκότες ἑαυτοὺς εἰς τὰ συνφέρον- |
| τα τοῦ δήμου καὶ ἐν τῶι παρόντι δὲ καιρῷ θεωροῦν- | |
| τες τὸν δῆμον διὰ τὰς συνεχεῖς ἀφορίας ἐν τοῖς σίτ- | |
| τ̣οις καὶ τὰς εἰσφορὰς τῶν χρημάτων εἰς τὰς σιτωνία[ς] | |
| θλειβόμενον, ἔτι δὲ καὶ διὰ τὴ̣ν οὖσαν αὐτῶι ἀπὸ τῆς [ἀρ]- | |
| 10 | χῆς πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν καὶ διὰ τὴν ὑ- |
| πάρχουσαν πρὸς αὐτοὺς συμμαχίαν κοινωνοῦντος | |
| τοῦ συνεστῶτος αὐτοῖς ἐν τῆι Ἀσίᾳ πολέμου καὶ εἰς τ- | |
| αῦτα εἰσφέροντος πολλὰ καὶ μεγάλα ἀναλώματα, ἀν- | |
| [α]νκαῖόν ἐστιν ἡμ〚․〛ῖν {²⁶ἡμῖν}²⁶ τηροῦσιν ἥν τε πρότερον εἴχομεν | |
| 15 | πρὸς τὸν δῆμον εὔνοιαν καὶ ἀκόλουθα πράσσοντας τ[ῆι] |
| τοῦ δήμου προαιρέσει πρὸς τὰ Ῥωμαίων πράγματα π̣[ορί]- | |
| σαντας χρήματα δοῦναι ἀναπαίτητα τῆι πόλει εἰς̣ [τὰς] | |
| [γ]εγραμμένας χρείας ἄχρι στα(τήρων) v ΧΧ[․]Η, ἵνα θυ̣[— —] | |
| [․]ν τινες ὑφ’ ἡμῶν, οἳ δανείσουσιν [— — — — — — —] | |
| 20 | [— — — — — — — — πί]πτοντ̣[ας τόκους? — — — — — — —] |