[ ] Lesbos — Eresos — Hellenistic period
a [ἔγνω δᾶμος· ἐπειδὴ Ἀγώνιππος {²desunt complura}²]
1 [— — — — — — — — — πολ]ιορκήθε[ντας]
[ἰς τὰν ἀ]κ[ρ]όπολιν [ἀ]νοικο[δ]όμ[η]σε καὶ τοὶ[ς πο]-
[λίτα]ις δισμυρίοις στάτηρας εἰσέπραξε [καὶ]
[τοὶ]ς Ἔλλανας ἐλαΐζετ[ο] καὶ τοὶς βώμοις ἀ[νέ]-
5 [σ]καψε τῶ Δίος τῶ [Φ]ιλιππί[ω], καὶ πόλεμον ἐξε[νι]-
[κ]άμενος πρὸς Ἀλέξανδρον καὶ τοὶς Ἔλλανας
τοὶς μὲν πολίταις παρελόμενος τὰ ὄπλα ἐξε-
κλάϊσε ἐκ τᾶς πόλιος [πα]νδάμι, ταὶς δὲ γύνα[ι]-
κας καὶ ταὶς θυγάτερας συλλάβων καὶ ἔρξα[ις]
10 ἐν τᾶ ἀκροπόλι τρισχιλίοις καὶ διακοσίο[ις]
στάτηρας εἰσέπραξε, ταν δὲ πόλιν καὶ τὰ ἶρ[α]
διαρπάσαις μετὰ τῶν [λα]ΐσταν ἐνέπρησε κα[ὶ]
σ[υ]γκατέκαυσε σώματα [τῶν] πολίταν, καὶ τὸ τ[ε]-
λεύταιον ἀφικόμενος πρὸς Ἀλέξανδρον κατ[ε]-
15 ψεύδετο καὶ διεβάλλετο τοὶς πολίταις· κρῖνα[ι]
[μ]ὲν αὖτον κρύπται ψάφιγγι ὀμόσσαντας περ[ὶ]
[θ]ανάτω· αἰ δέ κε καταψαφίσθη θάνατος, ἀντιτ[ι]-
μασαμ[έ]νω Ἀγωνίππω τὰν δευτέραν διαφόραν
ποήσασθαι, τίνα τρό[πο]ν δεύει αὖτον ἀποθά-
20 νην· αἰ δέ κε καλλάφθε[ν]τος Ἀγωνίππω τᾶ δίκα
κατάγη τίς τινα τῶν Ἀγωνίππω ἢ εἴπη ἢ πρόθη
περὶ καθόδω ἢ τῶν κτημάτων ἀποδόσιος, κατά-
ρατον ἔμμεναι καὶ αὖτον καὶ γένος τὸ κ<ή>νω
[κ]αὶ τἆλλα ἔ[ν]οχος ἔστω τῶ νόμω ὠς τὰν στάλλαν
25 ἀνέλοντ[α] τὰν περὶ τῶν τυράννων καὶ τῶν ἐκγ[ό]-
[ν]ων· ποήσασθαι δὲ καὶ ἐπάραν ἐν τᾶ ἐκλησία α[ὔ]-
[τικ]α τῶ μὲν δικάζοντι καὶ βαθόεντι τᾶ πόλε[ι]
καὶ τᾶ δικαία εὖ ἔμμεναι, τοῖς δὲ παρὰ τὸ δίκα[ι]-
[ο]ν τὰν ψᾶφον φερόντεσσι τὰ ἐνάντια τούτων.
30 ἐδικάσθη· ὀκτακόσιοι ὀγδοήκοντα τρεῖς· ἀπ[ὸ]
ταύταν ἀπέλυσαν ἔπτα, αἰ δὲ ἄλλαι κατεδίκασ-
σαν.
[ἔ]γνω δᾶμ[ο]ς· περὶ ὦν οἰ πρέσβεες ἀπαγγέλλοισ[ι]
[ο]ἰ πρὸς Ἀλέξανδρον ἀποστάλεντες καὶ Ἀλέ-
35 ξανδρος τὰν διαγράφαν ἀπέπεμψε, ἀφικομέ-
νων πρὸς αὖτον τῶν πρότερον τυράννων ἀπογ[ό]-
νων Ἠρωίδα τε τῶ Τερτικωνείω τῶ Ἠρακλείω κα[ὶ Ἀ]-
γησιμένεος τῶ Ἐρμησιδείω καὶ ἐπαγγελλα[μέ]-
[ν]ων πρὸς Ἀλέξανδρον ὄτι ἔτοιμοί ἐστι δίκ[αν]
40 [ὐ]ποσ<χ>έθην περὶ τῶν ἐγκαλημένων ἐν τῶ δά[μω]·
[ἀγάθα τύχα δ][δο]χθ[αι] τῶ δάμω· ἐπειδὴ Λ#⁷․․․
[fortasse Ἀγησιμένης(?)].
[ἀγάθα τύχα δ][δο]χθ[αι] τῶ δάμω· ἐπειδὴ #⁷#⁷[․․․]-
[— {²⁷Ἀ̣γ̣[ησι|μένης?}²⁷ — — —]
b.1 [παρ]ήλετο τὰ ὄπλ[α καὶ]
[ἐξ]εκλάϊσε ἐκ τᾶς [πό]-
[λι]ος πανδάμι, ταὶ[ς]
[δὲ] γύναικας καὶ τ[αὶς]
5 [θ]υγάτερας συλλάβ[ων]
[ἦ]ρξε εἰς τὰν ἀκρόπ[ο]-
[λ]ιν καὶ εἰσέπραξε
δισχιλίοις καὶ τρι[α]-
κοσίοις στάτηρα<ς>, τὰ]ν
10 δὲ πόλιν καὶ τὰ ἶρα [δι]-
[α]ρπάσαις μετὰ τῶν
[λ]αΐσταν ἐνέπρησ[ε]
[κ]αὶ συγκατέκαυσε
σώματα τῶν πολί[ταν]·
15 [κ]ρίνναι μὲν αὖτον
[κ]ρύπται ψάφιγγι κα-
[τ]ὰ τὰν διαγράφαν τ[ῶ]
[β]ασίλεος Ἀλεξάνδ[ρω]
[κ]αὶ τοὶς νόμοις· [αἰ δέ]
20 [κ]ε καταψαφίσθηι [κα]-
[τ’] αὔτω θάνατος, ἀ[ντι]-
[τι]μασαμένω Εὐρ[υσι]-
[λά]ω τὰν δευτέραν κρί-
[σ]ιν ποήσασθαι διὰ
25 [χ]ειροτονίας, τίνα
[τ]ρόπον δεύει αὖτον [ἀ]-
[π]οθάνην· λάβεσθαι δ[ὲ]
[κ]αὶ συναγόροις τὰ[ν]
πόλιν δέκα, οἴτινε[ς]
30 [ὀ]μόσσαντες Ἀπόλ[λω]-
]α Λύκειον ὄ[μ]α σ[υνα]-
[γ]ορήσοισι [τᾶ πόλι ὄπ]-
[πω]ς κε δύνα[νται — —]
— — — — — — — — — — —
c                 [ποή]-
[σασθαι δὲ καὶ ἐπάραν]
[ἐν τᾶ ἐκκλησία αὔτι]-
1 [κα τῶ μὲν δικ]αίω [ὐπ]-
[άρχο]ντι καὶ βαθόεν-
[τι τᾶ] πόλει καὶ τοῖς
[νόμο]ισι τᾶ δικαία εὖ
5 [ἔμμε]ναι καὶ αὔτοισι
[καὶ] ἐκγόνοισι, τῶ δὲ
[πα]ρὰ τοὶς νόμοις κα[ὶ]
τὰ δίκαια δικαζόν-
τεσσι τὰ ἐνάντια· ὄ-
10 μνυν δὲ τοὶς πολίτ[αις]
τοὶς δικάζοντας
["ν]αὶ δικάσσω τὰν [δίκαν]
[ὄ]σσα μὲν ἐν τοῖς [νό]-
[μ]οισι ἔνι κατ τοὶ[ς νό]-
15 [μο]ις, τὰ δὲ ἄλλα ἐ<κ> [φιλο]-
[π]ονίας ὠς ἄριστα κ[αὶ]
[δ]ικαίτατα, καὶ τιμά-
[σ]ω, αἴ κε κατάγνω, ὄρθω[ς]
καὶ δι<καί>ως· οὔτω ποήσω
20 ναὶ μὰ Δία καὶ Ἄλιον."
      Φιλίππω.
αἱ μὲν κατὰ τῶν φυγά-
δων κρίσεις αἱ κριθε[ῖ]-
σαι ὑπὸ Ἀλεξάνδρου
25 κύριαι ἔστωσαν καὶ
[ἣ]ν κατέγνω φυγὴν φε[υ]-
[γ]έτωσαμ μέν, ἀγώγιμο[ι]
δὲ μὴ ἔστωσαν.
Πρότανις Μελίδωρος·
30 βασιλεὺς Ἀντίγονος
Ἐρεσίων τῆι βουλῆι
καὶ τῶι δήμωι χαίρειν·
παρεγένοντο πρὸς ἡ-
μᾶς οἱ παρ’ ὑμῶν πρέ[σ]-
35 βεις καὶ διελέγοντ[ο],
φάμενοι τὸν δῆμον
κομισάμενον τὴν παρ’ [ἡ]-
μῶν ἐπιστολὴν ἣν ἐγρ[ά]-
ψαμεν ὑπὲρ τῶν Ἀγωνίπ-
40 [π]ου υἱῶν ψήφισμά τε π[ο]-
[ήσ]ασθαι ὃ ἀνέγνωσα[ν]
[ἡμῖ]ν καὶ αὐτοὺς ἀπε-
[σταλκέναι πρ]άσσ[ειν].
d.1 [— — — δη]μο․ ηκ[— — — — — — — — — — ἐ]πὶ τῆ[ι]
— — — — — — — — — — — — — — —ν Ἀλεξάν[δρωι ἐν]-
τυγ[χ]άν[ετε — — — — — — — — — — —· ἔρρωσ[θε].
[ἔ]γν[ω δᾶμος· περὶ ὦν ἀ βό]λ[λα] προεβόλλε[υσε, ἢ ἔδο]-
5 [ξ]ε ἢ [μ]ετέδ[οξε τᾶ βόλλα καὶ οἰ] ἄνδ[ρ]ες οἰ χειροτο-
[ν][θεν]τε[ς πάν]τα [τὰ γράφεντα] κατὰ τῶν τυρ[άν]-
νων [κα]ὶ τ[ῶν ἐ]μ πό[λει οἰκη]θέντων καὶ τῶν ἐκγ[ό]-
[νω]ν [τῶν τούτων παρέχ]ονται καὶ ταὶς γράφαι[ς]
[ε]ἰσ[κομίζοισ]ι εἰς τὰν ἐκλησίαν· ἐπειδὴ καὶ π[ρό]-
10 [τε]ρον ὀ βασίλευς Ἀλέξανδρος διαγράφαν ἀποσ-
[τέ]λλαις π[ροσέτ]αξε [Ἐρ]εσίοις κρίναι ὐπέρ τ[ε]
[Ἀγ]ωνίππω καὶ Εὐ[ρυσ]ιλ[ά]ω, τί δεῖ πά[θ]ην αὔτοις, [ὀ]
[δὲ δᾶμος ἀκο][σ]αις τὰ[ν] διαγράφαν δικαστήριο[ν]
[καλέ]<σ>σα[ι]ς κ[ατὰ] τοὶς νόμοις ὀ ἔκριν[ν]ε Ἀγώνι[π]-
15 [π]ομ μὲν καὶ Εὐρυσίλ[αο]ν τε[θ]νάκην, τοὶς δὲ ἀπο[γό]-
[νοις] αὔτων ἐνόχοις [ἔμμε]ναι τῶ νόμω τῶ ἐν τᾶ
[στ]άλα, τὰ [δ]ὲ ὐπάρχον[τα π]έπρασθαι αὔτων κατὰ
[τ]ὸν νόμον· ἐπιστέλλ[αντος] δὲ Ἀλεξάνδρω καὶ ὐ-
πὲρ τῶν Ἀπολλ[οδ]ωρε[ίων] παί<δων καὶ> τῶν κασιγνήτων [αὔ]-
20 [τ]ω Ἔρμωνος καὶ Ἠραίω τῶν πρότερον τυραννη-
σάντων τᾶς πόλιος καὶ τῶν ἀπογόνων αὔτων γ[νῶ]-
ναι τὸν δᾶμον πότερο[ν δόκ]ει καταπορεύεσθ[αι]
αὔτοις ἢ μή, [ὀ] δὲ δᾶμος ἀκούσαις τᾶς διαγράφα[ς]
δικαστήριόν τε αὔτοισι συνήγαγε κατὰ τὸν [νό]-
25 [μο]ν καὶ τὰν διαγράφαν τῶ βασίλεος Ἀλεξάνδρ[ω],
[ὂ ἔ]γνω λό[γ]ων ῥηθέντων παρ’ ἀμφοτέρων τόν τε ν[ό]-
[μο]ν τὸν κατὰ τῶν τυράννων κύριον ἔμμεναι κα[ὶ]
[φ]εύγην αὔτοις κατ [τὰ]μ π[όλιν]· δέδοχθαι τῶ δάμ[ω]
[κ]ύριομ μὲν ἔμμεναι κατὰ [τῶν] τυράννων καὶ τῶ[ν]
30 [ἐ]μ πόλι οἰκηθέντων καὶ τῶν ἀπογόνων τῶν το[ύ]-
[τ]ων τόν τε νόμον τὸμ περὶ [τ]ῶν τυράννων γεγρά[μ]-
[μ]ενον ἐν τᾶ στάλα τᾶ [παλαί]α καὶ ταὶς διαγρά-
[φ]αις τῶν βασιλέων ταὶς κατὰ τούτων καὶ τὰ ψα-
[φ]ίσματα τὰ πρότερον γράφεντα ὐπὸ τῶν προγό-
35 [ν]ων καὶ ταὶς ψαφοφο[ρ]ίαις ταὶς κατὰ τῶν τυράννων· [αἰ]
[δ]έ κέ τις παρὰ ταῦτα ἀλίσκηται τῶν τυράννω[ν]
τῶν ἐμ πόλι οἰκηθέντων ἢ τῶν ἀπογόνων τῶν [τού]-
των τις ἐπιβαίνων ἐπὶ τὰν γᾶν τὰν Ἐρεσίων [ἄφ]-
[ν]ω(?) τὸν δᾶμον βουλεύσασθαι καὶ — — — — — —
40 — — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us