[ ] Lesbos — Methymna
1 [μήτε ὅπλοις μήτε χρήμασιν μήτ]<ε> [ναυ]<σὶ>[ν βοηθείτωσαν]
[δημοσίαι βουλῆι δόλωι πο]νηρῶι. ὁ δῆμος [ὁ Ῥωμαίων]
[τοὺς πολεμίους καὶ ὑπεν]αντίους τοῦ δήμου τοῦ Μ[η]-
[θυμναίων διὰ τῆς ἰδίας χ]ώρας καὶ δι’ ἧς ἂν ὁ δῆμος ὁ Ῥ[ω]-
5 [μαίων κρατῆι μὴ διιέτω]σαν δημοσίαι βουλῆ δόλω[ι]
[πονηρῶι, ὥστε τῶι δήμ]ωι τῶι Μηθυμναίων καὶ οἷς
[ἂν ὁ δῆμος ὁ Μηθυμναίων] ἄρχη πόλεμον ἐπιφέρειν
[μήτε πολεμίοις μήτε ὅπλ]οις μήτε χρήμασιν μήτε να[υ]-
[σὶν βοηθείτωσαν δημοσ]ίαι βουλῆ μετὰ δόλου πονηροῦ.
10 [ἐάν τις πόλεμον πρότερο]ς ἐπιφέρη τῶι δήμωι τῶι Μηθ[υμ]-
[ναίων, τότε ὁ δῆμος ὁ Ῥωμ]αίων τῶι δήμωι τῶι Μηθυ[μ]-
[ναίων βοηθείτωσαν ὡς ἂν] εὔκαιρον· ἐὰν δέ τις πόλεμ[ον]
[πρότερος ἐπιφέρη τῶι δή]μωι τῶι Ῥωμαίων, τότε ὁ δ[ῆ]-
[μος ὁ Μηθυμναίων τῶι δή]μωι τῶι Ῥωμαίων βοηθείτω-
15 [σαν ὡς ἂν εὔκαιρον ἐκ τῶ]ν συνθηκῶν καὶ ὁρκίων [τ]ῶι
[δήμωι τῶι Ῥωμαίων καὶ τῶι] δήμωι τῶι Μηθυμναίων
[δοκῆ. ἐὰν δὲ τίς τι πρὸς ταύ]τας τὰς συνθήκας κοινῆ [βου]-
[λῆ προσθεῖναι ἢ ἆραι βούλητα]ι, δημοσίαι βουλῆ ἑκατέρ[ων]
[ἐξέστω· ἃ δὲ ἂν προσθῶσιν ἢ ἄ]ρ<ω>σιν ἐν ταῖς συνθήκ[αις]
20 [ἐκτὸς ἔστω ταῦτα προσγεγραμμένα] ταῖς συνθήκαις.
Search Help
Contact Us