[ ] Lesbos — Methymna
1 [ἀγαθὴ τύχη. ἐπὶ Κ]τησιφ[ῶν]τος το[ῦ Ἀ]ντικράτου
[ἄρχοντος(?) τοῦ] κοινοῦ, ἔδοξεν τῶι κοινῶι τῆς φυλῆς
[τῆς Αἰολίδ]ος· ἐπειδὴ Ἀριστοφάνης Ἀριστοφῶν-
[τος δειχθ]εὶς φυλάρχης ἐπεμελήθη τῆς φυλῆς
5 [φιλοδοσ]ίας καὶ χορηγίας οὐδὲν ἐνλείπων,
[ἀποδει]κνύμενος τὴν εὔνοιαν ἣν ἔχει πρὸς
[τὸ κοι]νόν· ἵνα οὖγ καὶ ἡ φυλὴ φανερὰ γίνηται τιμῶσα
[τοὺ]ς φιλοδοξοῦντας εἰς αὐτήν, ἀγαθὴ τύχη ἐψη-
[φί]σθαι· στεφανοῦν Ἀριστοφάνην Ἀριστοφῶντος κα-
10 [θ’] ἕκαστον ἐνιαυτὸν διὰ βίου τοῦ ἑαυτοῦ τοῦ Ἀπολ-
[λ]ωνίου μηνὸς τῆι πέμπτηι πρὸς τῶι ἱερῶι τῆς Ἀθηνᾶ[ς],
ἀναγορεύοντος τοῦ κήρυκος "ἡ φυλὴ ἡ Αἰολὶς στεφανοῖ
[Ἀ]ριστοφάνην Ἀριστοφῶντος φυλαρχήσαντα ἀρετῆς ἕνε-
κεν καὶ εὐνοίας τῆς εἰς ἑαυτὴν στεφάνωι χρυσῶι τῶι
15 [ἐ]κ τοῦ νόμου"· τοὺς δὲ ἐπιμηνίους τοὺς ἀεὶ γινομέ-
νους παριστάναι αὐτῶ ἀπὸ τῶν μισθουμένων ἱερεί-
ων ἄρνα θηλεῖαν, τὸν δὲ θύειν τῆι Ἀθηνᾶ ὑπὲρ ὑγιείας
[κ]αὶ σωτηρία[ς] τῶν συμφυλετῶν· στεφανοῦν δὲ αὐτὸν
[τ]ῆι πέμπτηι καὶ ἐν τῆι συνόδωι μετὰ τὰς σπονδὰς
20 ἀνακηρύσσοντος τοῦ κήρυκος "ἡ φυλὴ στεφανο[ῖ]
Ἀριστο[φάνην] Ἀριστοφῶντος φυλαρχήσαν[τα φι]-
λοδοσίας ἕνεκεν τῆς εἰς αὐτὴν στεφάνωι [τῶι ἐννό]-
[μ]ωι, δι[μοιρ]ίαι [μη]λέαι"· στεφανοῦν δὲ αὐ[τὸν καὶ]
[ταῖς] ἄλ[λα]ις [ἡ]μέραις αἷς ἂν συνά[γηται τὸ κοινὸν]
25 — — — — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us