[ ]
Lesbos — Methymna
| {²sub corona laurea:}² | |
| 1 | [ἐ]πὶ πρυτάνιος [Τ]υφαί[τ]η(?) μῆννος Πτ— — |
| [ω]νος τεταρίω ἔδοξε τῶ κοίνω τῶν Πρωτέων· | |
| [ἐπει]δὴ <Ζ>ώ[βιος Ἀπολλοδ]ώρω δείχθε[ι]ς χε[λ]- | |
| [ληστυάρ]χας τα[ίς τ]ε θυσίαις συνετέλ[εσσεν] | |
| 5 | τοῖς θέοισ[ι ἀξίως τῶν τε θέ]ων καὶ τᾶς χ[ελ]- |
| λήστυος [— — — ἐπιμε]λείας(?) οὖδεν ἐλλείπω[ν]· | |
| [․․․․․ ὄπως κε] ο[ὖν φά]νερον ἦ πάντεσσι ο- | |
| τι [Πρώτεες ἴσασιν εὐερ]γέ[την] τοὶς φίλο[ι]ς· | |
| [δ]έδο[χθαι ἀγάθα τύχα· στε]φ[άνωσαι] αὖτον μετὰ | |
| 10 | τα<ὶ>ς [σπ]ό[νδ]αις [κατ’ ἐ]κάσταν σύνοδον δι[ὰ] |
| [β]ίω τῶ [ἐαύτ]ω, τὰν ἀνάρρησιν ποιημένοις | |
| [ὄ]τι ἀ χ[έλληστυς στε]φάνοι Ζώβιον(?) Ἀπολλο- | |
| δώρω εὐ[χρήστ]ως ἐπιμελήθεντα τᾶς χελλήσ- | |
| τυος καὶ ταὶς θυσίαις συντελέσσαντα τοῖς | |
| 15 | θέοις κάλως κα[ὶ εὐσεβέ]ως διμοιρίαισι σίτ[ησι] |
| ΜΛ․[․]τειω καὶ εἴκονι γράπτα· τῶ δὲ καρύγμα- | |
| τος ὄπως [κε κάλλιστα γέν]ηται κατ’ ἔκαστον ἐν[ί]- | |
| αυτον ἐν τᾶ συνόδω ἐπίμελες ποίησθαι τὸν | |
| χελληστυάρχαν ἄϊ τὸν γινόμενον καὶ | |
| 20 | [τ]οὶς κε[λεύσταις]· ἀνάγραψαι δὲ τὸ [ψάφισμα] |
| τοῦτο εἰς στάλαν [καὶ ἀναθέμεναι — — —] | |
| [— — —]ΦΕΙΝ[— — — — — — — — — —]ΛΙΛΔΕΛΛΕ[— —] | |
| [— — —]ενας· δεῖξαι δὲ καὶ ἄνδρας τρεὶς | |
| [οἴ]τινες ἐπιμελήσονται τᾶς ἀναθέσιος | |
| 25 | τᾶς [τε στάλας] καὶ τᾶς εἴκονος. ἐ[δεί]χθ[η]- |
| σαν ․[․․]ης Διονυσ[ό]δωρω, Πατο[— — —]- | |
| ος, Φίλων Εὔκλη. |