[ ]
Lesbos — Methymna — 222-205 BC
| 1 | βασιλεύοντος Πτολεμαίω τῶ |
| Πτολεμαίω καὶ Βερενίκας Θέων | |
| Εὐεργέταν. ἀγάθα τύχα. ἐπὶ πρυτάνιος | |
| Ἀρχία, ἔδοξε τῶ κοίνω τῶν Πρωτέων· | |
| 5 | ἐπειδὴ Πραξίκλης Φιλίνω δείχθεις |
| χελληστυάρχας τὰν παῖσαν ἐπ[ι]- | |
| μέλειαν ἐποιήσατο ὄπως κε τοῖς θ[έ]- | |
| οισι τοῖς πατρωΐοισι αἰ θύσιαι συν- | |
| τελέσθειεν καὶ ἀ χέλληστυς | |
| 10 | ἐν παίσα γένηται ἐπιμελεία κα[ὶ] |
| εἰς ταῦτα πάντα ἐκ τῶν ἰδίων ἐχο- | |
| ράγησε ἀξίως τῶν θέων καὶ τᾶς | |
| χελλήστυος· ἀγάθα τύχα ἐψάφισθαι· | |
| ἐπεί κε συντελέη ἀ χέλληστυς | |
| 15 | τοῖς θέοισι τὰ ἶρα, δίδων αὔτω καὶ |
| ἐκγόνοισι δι[μοιρί]αν καὶ σάρκα πεντα- | |
| μναῖον ἀπ[ὸ τῶ β]όος τῶ θυομένω τῶ | |
| Δὶ τῶ Σώ[τηρ]ι, ἔως κε ζώωσι, καὶ ἀνα- | |
| καρύσσην αὔτοις ὄτι ἀ χέλληστυς | |
| 20 | στεφάνοι Πραξίκλην Φιλίνω καὶ ἐκγό- |
| νοις διμοιρία καὶ σάρκι βοεία πεντα- | |
| [μ]ναίω συντελέσσαντα τὰ ἶρα τοῖς | |
| θέοισι καττὸν νόμον καὶ τᾶς χελ- | |
| λήστυος ἐπιμελήθεντα ἀξίως· | |
| 25 | [ἀνακαρύσσην δὲ κ]αὶ ἐν τοῖς Πτολε- |
| [μαίω γενεθλίοισι — — —] |