[ ]
Lesbos — Mytilene: Plagia
| I.1 | Ζηνὸς και Μαίας ἐρικύδεος ἀγλαὸν Ἑρμῆ |
| εὐκάρπου στῆσεν [τῆ]σ[δ]ε ἐπὶ φυταλίης | |
| Βάκχων Ζωοῦς υἱός, ὅ[πω]ς ἀσινῆ διὰ παντὸς | |
| ἄμπελος ὡραῖον καρπὸν ἔχη βοτρύων. | |
| 5 | ἀλλ’ ἵλαος, ἄναξ, Ζωοῦς γένος εὔφρονι θυμῶι |
| σῶιζε διδοὺς αὐτοῖς ἄφθονον ὄλβον ἀεί. | |
| II.1 | Ἀρίστα, Ζώη Βακχωνείω μάτηρ, |
| Ἀφροδίτα, Ἀθήνα Ἰδήνα πακόω. |