[ ] Lesbos — Mytilene — IG XII,Suppl. p. 13
1 [π]ρύτανις — — — — — — — — — — — — — — — — — — — — — — — —
Ἰ̣σίω, Τάτιον, Ἀρίστ̣ω, Ἀριστον̣όα, Δάδα Λεσώνακτος — — —]
ταὶς εἰροποιῒαις ἀ[π]ό τε πρυτανείας καὶ ․․σ— — —
καὶ τοὶς Σεβάστοις· καὶ ἔδωκε εἰς τὰν ἐλα[ιοθεσίαν τοῖς μὲν βολλάοις εἰς ἔκαστον]
5 ὄνυμα (δην.) ηʹ, τοῖς δὲ ἀπάρχαισι ἰς ἔκαστο[ν ὄνυμα (δην.) ․ʹ, ταῖς δὲ ἐλευθέραις]
γύναιξι καὶ παίδεσσι κόραις καὶ αἴς ἐκάλε[σσαν τᾶν θεραπαινίδων εἰς ἔκαστον]
ὄνυμα (δην.) αʹ, τοῖς δὲ [π]οιήταισι(?) ἐς ἔκαστο[ν ὄνυμα (δην.) ․ʹ· εἰς δὲ τὰν — — — ἔδωκε τοῖς μὲν]
βολλάοις ἐς ἔκαστον ὄνυμα (δην.) δʹ, τοῖς δὲ [ἀπάρχαισι ἐς ἔκαστον ὄνυμα (δην.) ․ʹ· καὶ εἰς]
τὰν Θεοδαισίαν διέδωκεν τοῖς μὲν βολ[λάοις ἐς ἔκαστον ὄνυμα — — —]
10 [κ]αὶ γλύκεος ξέσταις ἐγχωρίοις, τοῖς δὲ ἀπ[άρχαισι ἐς ἔκαστον ὄνυμα — — — καὶ γλύ]-
[κ]εος μέτρον τὸ αὖτο, τοῖς δὲ εἰρονείκεσσιν [κ]α[ὶ — — —]
[․]δαις καὶ τοῖς περὶ τὰ ἶρα ὐμναοίδοισι — — —
[κ]αὶ γλύ[κε]ος μέτρον τὸ αὖτο, καὶ τοῖς [— — —· ἐδείπνισσε]
δὲ καὶ ἐν [τ]ῶ πρυτ[ανε]ίω τούς τε [β]ο[λ]λά[ο]υς — — —
Search Help
Contact Us