[ ]
Att. — s. II p.
1 | εἰμὶ μέν, ὡς ἐσορᾷς, Νέμεσις μερόπων ἀνθρώπων, |
εὔπτερος, ἀθανάτα, κύκλον ἔχουσα πόλου· | |
πωτῶμαι δ’ ἀνὰ κοσμὸν ἀεὶ πολυγηθεῖ θυμῷ | |
δερκομένα θνατῶν φῦλον ἀεὶ γενεῶν. | |
5 | ἀλλά με σεμνὸς ἀνὴρ τεύξ<α>ς σοφὸς Ἀρτεμίδωρος |
στῆσεν ἐπ’ εὐχωλαῖς λαινέοισι τύποις. |