| 1 | Διοφάντου Ͻ Σφητ |
| τάδε σοὶ ζάκορος φίλιος λέγω | |
| Ἀσκληπιέ, Λητοίδου πάι· | |
| πῶς χρύσεον ἐς δόμον ἵξομαι | |
| 5 | τὸν σὸν, μάκαρ ὦ πεποθημένε, |
| θεία κεφαλά, πόδας οὐκ ἔχων, | |
| οἷς τὸ πρὶν ἐς ἱερὸν ἤλυθον, | |
| εἰ μὴ σὺ πρόφρων ἐθέλοις ἐμέ | |
| ἰασάμενος <π>άλιν εἰσάγειν, | |
| 10 | ὅππως σ’ ἐσίδω, τὸν ἐμὸν θεόν, |
| τὸν φαιδρότερον χθονὸς εἰαρινᾶς; | |
| 11a | vac. 0.04 |
| 12 | τάδε σοὶ Διόφαντος ἐπεύχομαι· |
| σῶσόν με, μάκαρ, σθεναρώτατε, | |
| ἰασάμενος ποδάγραν κακήν, | |
| 15 | πρὸς σοῦ πατρός, ὧι μεγάλ’ εὔχομαι· |
| οὐ γὰρ τις ἐπιχθονίων βροτῶν | |
| τοιῶνδε πόροι λύσιν ἀλγέων. | |
| μόνος εἶ σύ, μάκαρ θεῖε, σθένων· | |
| σὲ γὰρ θεοὶ οἱ πανυπείροχοι | |
| 20 | δῶρον μέγα, τὸν φιλελήμονα, |
| θνητοῖς ἔπορον, λύσιν ἀλγέων. | |
| 21a | vac. 0.05 |
| 22 | [τρισμ]άκαρ, ὦ Παιὰν Ἀσκληπιέ, σῆς ὑπὸ τέχνης |
| [ἰα]θεὶς Διόφαντος ἀνίατον κακὸν ἕλκος | |
| οὐκέτι καρκινόπους ἐσορώμενος οὐδ’ ἐπ’ ἀκάνθας | |
| 25 | ὡς ἀγρίας βαίνων, ἀλλ’ ἀρτίπος, ὥσπερ ὑπέστης. |
IG II²
4514