[ ] Att. — med. s. II p.
1   Διοφάντου Ͻ Σφητ
τάδε σοὶ ζάκορος φίλιος λέγω
Ἀσκληπιέ, Λητοίδου πάι·
 πῶς χρύσεον ἐς δόμον ἵξομαι
5  τὸν σὸν, μάκαρ ὦ πεποθημένε,
 θεία κεφαλά, πόδας οὐκ ἔχων,
 οἷς τὸ πρὶν ἐς ἱερὸν ἤλυθον,
 εἰ μὴ σὺ πρόφρων ἐθέλοις ἐμέ
 ἰασάμενος <π>άλιν εἰσάγειν,
10  ὅππως σ’ ἐσίδω, τὸν ἐμὸν θεόν,
τὸν φαιδρότερον χθονὸς εἰαρινᾶς;
11a              vac. 0.04
12 τάδε σοὶ Διόφαντος ἐπεύχομαι·
 σῶσόν με, μάκαρ, σθεναρώτατε,
 ἰασάμενος ποδάγραν κακήν,
15  πρὸς σοῦ πατρός, ὧι μεγάλ’ εὔχομαι·
 οὐ γὰρ τις ἐπιχθονίων βροτῶν
 τοιῶνδε πόροι λύσιν ἀλγέων.
 μόνος εἶ σύ, μάκαρ θεῖε, σθένων·
 σὲ γὰρ θεοὶ οἱ πανυπείροχοι
20  δῶρον μέγα, τὸν φιλελήμονα,
 θνητοῖς ἔπορον, λύσιν ἀλγέων.
21a              vac. 0.05
22 [τρισμ]άκαρ, ὦ Παιὰν Ἀσκληπιέ, σῆς ὑπὸ τέχνης
[ἰα]θεὶς Διόφαντος ἀνίατον κακὸν ἕλκος
 οὐκέτι καρκινόπους ἐσορώμενος οὐδ’ ἐπ’ ἀκάνθας
25  ὡς ἀγρίας βαίνων, ἀλλ’ ἀρτίπος, ὥσπερ ὑπέστης.
Search Help