[ ]
Delos — beg. 1st c. BC
| 1 | τίς τὰ πάλαι πιναρᾶι κεκαλυμμένα θήκατο <λ>άθαι |
| φαιδρὰ Διοσκούρων ἐν προδόμοις ξόανα; | |
| τίς δ’ ἐνὶ μακραίωνι χρόνωι πομποστόλον ἆμαρ | |
| σιγαθὲν πινυταῖς αὖθις ἄγει πραπίσι; | |
| 5 | ἦ ῥα θυηπολίας ὁ λαχὼν γέρας ὃς δίχα μώμου |
| ἰθύνει βιοτὰν πᾶσαν Ἀθηνόβιος. | |
| τοίαδε χρὴ μακάρεσσι τελεῖν γέρα, καὶ τάχα τιμὰς | |
| ἀθανάτων εὐρὼς οὔποτ’ ἐπισκιάσει. | |
| ὧν χάριν εὐσεβίας ὄλβωι βρίθοντι γεγηθώς, | |
| 10 | σὺν τέκνοις λιπαροῦ γήραος ἀντιάσαις. |