[ ]
Delos
I,A.1 | ἐπικαλοῦμαι καὶ ἀξιῶ τὸν θεὸν τὸν |
ὕψιστον τὸν κύριον τῶν πνευμάτων | |
καὶ πάσης σαρκός, ἐπὶ τοὺς δόλωι φονεύ- | |
σαντας ἢ φαρμακεύσαντας τὴν τα- | |
5 | λαίπωρον ἄωρον Ἡράκλεαν, ἐχχέαν- |
τας αὐτῆς τὸ ἀναίτιον αἷμα ἀδί- | |
κως, ἵνα οὕτως γένηται τοῖς φονεύ- | |
σασιν αὐτὴν ἢ φαρμακεύσασιν καὶ | |
τοῖς τέκνοις αὐτῶν, Κύριε ὁ πάντα ἐ- | |
10 | φορῶν καὶ οἱ ἄνγελοι θεοῦ, ᾧ πᾶσα ψυ- |
χὴ ἐν τῇ σήμερον ἡμέραι ταπεινοῦτα[ι] | |
μεθ’ ἱκετείας ἵνα ἐγδικήσῃς τὸ αἷμα τὸ ἀ- | |
ναίτιον ζητήσεις καὶ τὴν ταχίστην. | |
I,B.1 | ἐπικαλοῦμαι καὶ ἀξιῶ |
τὸν θεὸν τὸν ὕψιστον τὸν | |
κύριον τῶν πνευμάτων | |
καὶ πάσης σαρκός, ἐπὶ τοὺς | |
5 | δόλῳ φονεύσαντας ἢ φαρ- |
μακεύσαντας τὴν ταλαί- | |
πωρον ἄωρον Ἡράκλεα[ν], | |
ἐχχέαντας αὐτῆς τὸ ἀν[αί]- | |
τιον αἷμα ἀδίκως, ἵνα ο[ὕ]- | |
10 | τως γένηται τοῖς φονεύ- |
σασιν αὐτὴν ἢ φαρμακεύσα- | |
σιν καὶ τοῖς τέκνοις αὐτῶν, | |
Κύριε ὁ πάντα ἐφορῶν καὶ | |
οἱ ἄνγελοι θεοῦ, ᾧ πᾶσα ψυ- | |
15 | χὴ ἐν τῇ σήμερον ἡμέρᾳ |
ταπεινοῦται μεθ’ ἱκεκετεί- | |
ας ἵνα ἐγδικήσης τὸ α[ἷ]- | |
[μ]α τὸ ἀναίτιον ζητή- | |
σεις καὶ τὴν ταχίστην. | |
II.1 | [ἐπικ]αλοῦ[μαι καὶ ἀξιῶ τὸν θεὸν τὸν ὕ]- |
[ψ]ιστον [τὸν κύριον] τῶν [πνευμάτων] | |
[κ]αὶ πάσ[ης σαρκὸ]ς ἐπὶ τοὺς δ[όλωι] | |
φον[εύσαντα]ς ἢ φαρμακεύσαν- | |
5 | τα[ς τὴν ταλα]ίπωρον ἄωρον Μαρ- |
θίν[ην, ἐγχέαν]τας αὐτῆς τὸ ἀναίτι- | |
ον αἷμ[α ἀδίκω]ς, <ἵ>να οὕτως γένηται | |
τοῖς φον[εύσα]σιν αὐτὴν ἢ φαρμακεύ- | |
σασιν καὶ τοῖς τέκνοις αὐτῶν, Κύριε | |
10 | ὁ πάντα ἐ[φ]ορῶν καὶ οἱ ἄνγελοι θεοῦ, ὧι |
πᾶσα ψυχὴ ἐν τῆι σήμερον ἡμέραι τα- | |
πεινοῦται μεθ’ ἱκετείας ἵνα ἐκδικήσης | |
τὸ αἷμα τὸ ἀναίτιον καὶ τὴν ταχίστην. |