[ ] Delos
1 Ἀ[σ]κληπιῶι καὶ Ὑγιείαι καὶ Ἀπ[ό]λλωνι καὶ Λητοῖ
καὶ Ἀρτέμιδι Ἀγροτέραι καὶ θεοῖς συμβώμοις
καὶ συννάοις πᾶσι καὶ πά[σ]αις, Δάμων Πάτρωνος
Ἀθηναῖος ὑπὲρ ἑαυτοῦ καὶ τῶν τέκνων καὶ ὑπαρ-
5               χόντων, χαριστήρια.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server