ID 2255
[ ] Delos — 90/89? BC
1 Πόπλιος Πλώτιος Λευκίου Ῥωμαῖος
ὑπὲρ ἑατοῦ καὶ γυναικὸς καὶ τέκνων
καὶ Γαίου Πλωτίου τοῦ Γαίου υἱοῦ, ἑα-
τοῦ δὲ υἱωνοῦ, καὶ Ἡρᾶς Διοκλέους Σελευ-
5 κεὺς καὶ ὑπὲρ τῆς μητρὸς αὐτοῦ τὴν ἐξέ-
δραν ὑπὲρ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τοῦ
δήμου τοῦ Ῥωμαίων, Ἁγνῆι Ἀφροδίτηι καὶ Ἁδάδῳ
χαριστήριον, ἐφὶ ἱερέως Ποπλίου τοῦ Ποπλίου Ἀθμο-
νέως, ἐπιμελητοῦ δὲ τῆς νήσου Δημέου τοῦ Ἱκεσίου
10 Ἁλαιέως καὶ τῶν ἐπὶ τὰ ἱερὰ Κλειτοφῶντος τοῦ Γοργίου Ἰωνί-
δου καὶ Δημοδότου τοῦ Ἀθηνίωνος Ἁλαιέως, ζακορεύοντος
    Ἀντιόχου Φιλαδελφέως, δημοσίου δὲ Εὐδόξου.
Search Help
Contact Us