[ ] Delos — 108/7 and 106/5 BC
1 [Κλεοστρατίδης] Ἀπο[λ]λωνίου
[Ἀθηναῖος ἱδρύσ]ατ̣ο vac.?
[ὑπὲρ τοῦ δήμου] τοῦ Ἀθηναίων
[καὶ] τοῦ δήμου τοῦ Ῥωμαίων
5 καὶ ὑπὲρ ἑαυτοῦ καὶ τῶ̣ν θεραπευτῶν̣
τοὺς Ἔρωτας καὶ τὰς π[α]στά[δας],
Ἁγνῆι Ἀφροδίτηι Συρί̣[αι θεῶι]
χαριστήριον, vvvvvv ἐφ’ ἱερέ[ως]
Νικοστράτου τοῦ Δημαρέτου Λαμπτρέω[ς].
10 ἀνετέθησαν δὲ οἱ Ἔρωτες ἐφ’ ἱερέως Ζωίλο[υ]
τοῦ Ζωίλου Φλυέως,
δημοσίου δὲ Εὐτυχίδου.
Search Help