[ ] Delos — 107/6 BC
1 ὑπὲρ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τοῦ δήμου τοῦ Ῥωμαίων
Αἰσχρίων Αἰσχρίωνος τοῦ Διονυσίου Μελιτεύς, ἱερεὺς γενό-
μενος Ἁγνῆς Ἀφροδίτης ἐν τῶι ἐπὶ Ἀριστάρχου ἄρχοντος ἐνι-
αυτῶι, τὸν βωμὸν ἐκ τῶν ἰδίων, ἐπὶ ἐπιμελητοῦ Ἀμμω-
5 νίου τοῦ Δημητρίου [ναφλυστ]ίου? καὶ τῶν ἐπὶ τὰ ἱερὰ Σωσικράτου
Θριασίου, Ἰάσονος Ἀλωπεκῆθεν, κλειδουχοῦντος Ζήνωνος τοῦ Ζή-
νωνος Κηφισιέως, κανηφορούσης Ζωΐλας τῆς Διογένους Κυδαθηναι-
έως θυγατρός, ζακορεύοντος Δημητρίου, δημοσίου Ετυχίδου.
Search Help
Contact Us