[ ]
Delos — 128/7 BC
1 | Ἀχαιὸς Ἀπολλωνίου Ἱερο- |
πολέτης {²⁶Ἱεροπολίτης}²⁶, χειροτονηθεὶς | |
ἱερεὺς εἐς {²⁶εἰς}²⁶ τὸν ἐπὶ Διονυσίου | |
τοῦ μετὰ Λυκίσκον ἄρχοντος | |
5 | ἐνιαυτόν, Ἁδάτωι καὶ Ἀταρ- |
γάτει θεοῖς πατρίοις, ὑπέρ τε | |
ἑαυτοῦ καὶ τῆς γυναικὸς Εὐ- | |
βούλας καὶ τῶν παιδίων | |
Ἀπολλωνίου καὶ Διονυσί- | |
10 | ας καὶ Πρωτογενείας καὶ |
Ἀχαιοῦ καὶ Λυσιμάχου | |
καὶ τῶν ἀδελφῶν Ἀπολ- | |
λωνίου καὶ Λυσιμάχου | |
καὶ Πρωτογένου τόν̣ τ̣ε | |
15 | ναὸν καὶ τὸν προσο̣ρί- |
ζοντα οἶκον καὶ τὰς βω- | |
μίδα[ς τ]οῦ ναοῦ ἀνέθηκε. | |
17a | crown |
[effaced] | |
crown | |
18 | ἡ πό[λις] |
ἡ Ἱε[ρο]- | |
20 | πολ̣[ει]- |
τῶ[ν]. |