[ ] Delos — 111/0 BC
1 Ἀρχέλαος Διονυσίου Μαραθώνιος τὸ ἄγαλμα
ἀνέθηκεν ὑπέρ τε ἑαυτοῦ καὶ τῆς γυναικὸς
καὶ τῶν τέκνων, κανηφορούσης Δωροθέας
τῆς ἑαυτοῦ θυγατρός, Ἴσιδι, ἐπὶ ἱερέως
5 Δημητρίου τοῦ Δημητρίου Ἀναφλυστίου, ἐπι-
μελητοῦ δὲ τῆς νήσου Διονυσίου τοῦ Δημητρίου
Ἀναφλυστίου.
       Διονυσόδωρος καὶ Μοσσχίων
καὶ Ἀδάμας οἱ Ἀδάμαντος Ἀθηναῖοι
10                         ἐποίουν.
  ζακορεύοντος Μαραθῶνος.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server