[ ] Delos — 112/1 BC
1 Θεόφιλος Θεοφίλου
Ἀντιοχεὺς, μελανη-
φόρος, τὴν κονίασιν
τοῦ παστοφορίου
5 καὶ τὴν γραφὴν τῶν
τε τοίχων καὶ τῆς
ὀροφῆς καὶ τὴν ἔ[γ]-
καυσιν τῶν θυρῶν
καὶ τοὺς προμόχθους
10 τοὺς ἐν τοῖς τοίχοις
καὶ τὰς ἐπ’ αὐτοῖς σανίδας
ἀνέθηκεν Σαράπιδι, Ἴσιδι,
Ἀνούβιδι, Ἁρποχράτει,
ἐπὶ ἱερέως Σελεύκου
15   τοῦ Ἀνδρονίκου
  Ῥαμνουσίου.
Search Help