[ ] Delos — 112/1 BC
1 Θεόφιλος Θεοφίλου
Ἀντιοχεύς, μελανηφόρος,
    τὴν κονίασιν
τοῦ παστοφορίου
5 καὶ τὴν γραφὴν τῶν τε
τοίχων καὶ τῆς ὀροφῆς
καὶ τὴν ἔγκαυσιν τῶν θυρῶν
καὶ τοὺς προμόχθους
τοὺς ἐν τοῖς τοίχοις
10 καὶ τὰς ἐπ’ αὐτοῖς σανίδας
ἀνέθηκεν Σαράπιδι, Ἴσιδι,
Ἀνούβιδι v Ἁρποχράτει,
ἐπὶ ἱερέως Σελεύκου
τοῦ Ἀνδρονίκ̣ο̣υ Ῥαμνουσίου.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server