[ ] Delos — 133/2 BC
1 ἐπ’ ἄρχοντος Ξένωνος, γυμνασιαρ-
χοῦντος Δίωνος τοῦ Δάμωνος
Κοθωκίδου, Ζήνων Ζήνωνος Μαρα-
θώνιος, γυμνασιαρχήσας τὰ Ἑρμαῖα
5 τῶν παίδων καὶ στεφανωθεὶς ὑ-
πὸ τῶν συνφοιτητῶν, Ἀπόλλωνι,
Ἑρμεῖ, Ἡρακλεῖ, παιδοτριβοῦντος
Νικίου τοῦ Λεωνίδου Μελιτέως.
Search Help
Contact Us