[ ] Delos — 137/6 BC
1 Ἀπολλώνιος Ἑλικῶντος Σκαμβωνίδης, γυ̣[μν]α-
σιαρχήσας τὰ Ἑρμαῖα τῶν παίδων καὶ λαμπαδαρ-
χήσας ἐν τῶι ἐπὶ Ἡρακλείτου ἄρχοντος ἐνιαυ-
τῶι καὶ στεφανωθεὶς ὑπὸ τῶν συνφοιτητῶν,
5 Ἀπόλλωνι, Ἑρμεῖ, Ἡρακλεῖ, παιδοτριβοῦντος
     Νικίου τοῦ Λεωνίδου Μελιτέως,
6a uninscribed crown   uninscribed crown   crown
7                                           τὸν
                                          παιδο-
                                          τρίβην
10                                           Νικίαν
                                          Μελιτέα.
Search Help
Contact Us