ID 1878b
[ ] Delos — 96/5 BC
1 Διόφαν[τος Παρνάσ]ου Κηφισιεὺς ἐπεσκεύασεν τὴν ἐξέδραν ἐν τῶι ἐπὶ
Ἡρακλεί[του τοῦ με]τὰ Ἀργεῖον ἄρχοντος ἐνιαυτῶι ἐπιμελητοῦ δὲ
τῆς νή[σου Ἀριστί]ωνος τοῦ Σωκράτου ἐξ Οἴου καὶ τῶν
ἐπὶ τὰ ἱερὰ [Λυσι]μάχου Ἑστιαιόθεν καὶ Χαρίου Αἰθαλίδου,
5            [ἱερέως δὲ] Θεοβίου Ἀχαρνέως.
Search Help
Contact Us