ID 1839
[ ] Delos — 115/4 BC
1 Πολεμαῖος Πολεμαίου Ἀθμονεύς,
κατασταθεὶς ἐπὶ τὸ Νυμφαῖον
ἐν τῶι ἐπὶ Ναυσίου ἄρχοντος ἐνιαυτῶι
ἀνέθηκεν ἐκ τῶν ἰδίων ὑπὲρ τοῦ δήμου
5 τοῦ Ἀθηναίων Πανὶ καὶ Νύμφαις, ἐπὶ ἐπι-
μελητοῦ Διογένου τοῦ Ἀρόπου Πειραιέως
καὶ τῶν ἐπὶ τὰ ἱερὰ Μνησικλέους τοῦ Σώδου
Ἀναφλυστίου καὶ Ἀρχεστράτου τοῦ
Ἀρχεστράτου Ἀχαρνέως, τὴν ψαλίδα
10 καὶ τὸ θύρωμα.
Search Help
Contact Us