ID 1757
[ ] Delos — 97 BC
1 Ἑρμαισταί, Ἀπολλωνιασταί, Ποσειδωνιασταὶ οἱ γενόμενοι ἐπὶ ὑπάτων
Γναίου Κορνηλίου Λεντόλου καὶ Ποπλίου Λικινίου Κράσσου, ἐπὶ ἐπιμελητοῦ
δὲ τῆς νήσου Μηδείου τοῦ Μηδείου Πειραιέως, vv τὸν Ἡρακλῆν v ἀνέθηκαν
ἀφιερώσαντες Ἡρακλεῖ καὶ Ἰταλικοῖς.
Search Help
Contact Us