[ ] Delos — ca. 70 BC
1 Ἀσκληπιάδην Ἀντιόχου [θη]-
ναῖον οἱ κατοικοῦντες ἐν Δή-
λωι Ἀθηναίων καὶ Ῥωμαίων καὶ
τῶν ἄλλων Ἑλλήνων καὶ ο[ἱ]
5 καταπλέοντες ἔνποροι κα[ὶ]
ναύκληροι, τιμηθέντα τρὶς
χρυσοῖς στεφάνοις καὶ εἰκό-
σιν χαλκαῖς, ἀρετῆς ἕνεκεν
καὶ δικαιοσύνης καὶ φιλοτι-
10 μίας τῆς περὶ τὴν ἀσφά-
λειαν καὶ φυλακὴν τῆς νή-
σου, Ἀπόλλωνι, Ἀρτέμιδι,
          Λητοῖ.
3 laurel wreaths, uninscribed
Search Help
Contact Us