ID 1658
[ ] Delos — 94/3 BC
1 [Ἀθηναίων καὶ Ῥωμαίων καὶ τῶν ἄλλων Ἑλλήνων]
[οἱ κατοικοῦντε]ς ἐν Δήλω[ι καὶ οἱ κ]α̣τ̣α̣π̣[λέοντες ἔμποροι]
[καὶ ναύκληρ]οι vac. Ἄροπον Γλαύκου Πειραιέα, ἐπ̣[ιμελητὴν]
[Δ]ήλου γενόμενον, ἀρετῆς ἕνεκεν καὶ δικαιοσύ[νης καὶ]
5 τ̣ῆς πρὸς τοὺς θεοὺς εὐσεβε[ί]ας, Ἀπόλλωνι, Ἀρτέμιδι, [Λητοῖ].
  καὶ προγόνων ἀρετᾶς σε καὶ εὔκλεος εἵνεκα δόξας
     ἔστασεν Γλαύκου Πειραιέως, Ἄροπε,
 Ἑλλάνων πλᾶθός τε καὶ ἄστεα μύρια Ῥώμας
     καὶ κλυτὸς ἀρχαίου δᾶμος Ἐριχθονίου.
10   ὧν μὲν γὰρ βιοτὰν αἰδοῦς μέτα, τῶνδ’ ἐφύλαξας
     δόγματα, τῶνδ’ ἐσάους πάτριον εὐνομίαν.
                 Ποπλίου.
Search Help
Contact Us