ID 1657
[ ] Delos — ca. 96/5 BC
1 Ἀθηναίων καὶ Ῥωμαίων καὶ
   τῶν ἄλλων Ἑλλήνων οἱ κα-
τοικοῦντες ἐν Δήλωι καὶ οἱ ἔμ-
     ποροι καὶ ναύκληροι οἱ κατα-
5 πλέοντες εἰς τὸ ἐμπόριον
    Ἄροπον Λέοντος Ἀζηνιέα,
ἐπιμελητὴν γενόμενον Δήλου,
    ἀρετῆς ἕνεκεν καὶ δικαιοσύ-
νης καὶ εὐσεβείας,
10     Ἀπόλλωνι, Ἀρτέμιδι, Λητοῖ.
Ἀγασίας Μηνοφίλου Ἐφέσιος ἐπόει.
Search Help
Contact Us