ID 1656
[ ] Delos
1 Ἀμμώνιον Ἀμμωνίου Παμβωτάδην,
     Ἀπόλλωνος ἱερέα γενόμενον,
Ἀθηναίων καὶ Ῥωμαίων καὶ τῶν ἄλλων Ἑλλήνων
οἱ κατοικοῦντες καὶ παρεπιδημοῦντες ἐν Δήλωι
5 ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης
καὶ τῆς περὶ τὸν Ἀπόλλω καὶ τὸ ἱερὸν
καὶ τοὺς ἄλλους θεοὺς εὐσεβείας
             Ἀπόλλωνι.
Δημόστρατος Δημοστράτου Ἀθηναῖος ἐποίε̣[ι].
Search Help
Contact Us