[ ] Att. — stoich. 50 — 428/7 a.
1 [․․]ΘΑ․ΣΑ[․․․․]Ι̣[․․․․․․․․․․․․․․․․․․38․․․․․․․․․․․․․․․․․․]
[․]ΝΤΑΤΑ[․] ὀκτακοσίων μ[εδίμνων ․․․․․13․․․․․․]ν̣ι[․․․9 ․․․․ π]-
[ό]λεμον τὸ κεφάλαιον· περὶ δ̣ὲ̣ τ[․․․7․․․]ε̣ο̣[․․․]ι Ἀφυ[ταίος ἐπιμέ]-
[λ]εσθαι μέχρι μυρίων μεδίμνω[ν· ἡ δὲ τιμ]ὴ ἔστω αὐτο[ῖς καθάπερ Μ]-
5 [ε]θωναίοις· τὸς δὲ ἄρχοντας σι̣[τοδοτό]ντων τὸς ἐν Ἄ[φυτι παρ’ ἑαυ]-
[τῶ]ν Θραμβαῖοι κατὰ [τ]ὸ πλήθος· σ[υντελ]όντων δὲ καὶ α[ἱ ἄλλαι πόλ]-
[ε]ις καθάπερ Μεθωναίοις κατὰ τὸ [αὐτὸ]ν ψήφισμα· τὸν [δὲ ὅρκον, ὃν]
[ὤ]μοσαν Ἀφυταῖο[ι τ]οῖς ἐποίκοι[ς] τ̣[οῖς] ἐμ Ποτειδαία[ι καὶ Ἀθηνα]-
[ί]οις, καὶ τόδε τὸ [ψή]φισμα ἀναγράψ[ας ὁ] γραμματεὺ[ς ὁ τῆς βολῆς ἐ]-
10 [ν] στήληι λιθίνη[ι κ]α[τ]αθέτω ἐμ πό[λει τ]έλεσι το[ῖς σφετέροις αὐ]-
[τ]ῶν· ὅ [τ]ι δ’ ἄν τις τούτων τῶν ψηφισθ[έντ]ων τῶι δήμ[ωι περὶ Ἀφυταί]-
[ος μὴ] πειθαρχῆι, [ἢ] οἱ ἑλληνοταμί[αι ἢ ἄλ]λη τις ἀ[ρχή, ἐνεχέσθων τ]-
[οῖς ἐν] τῶι ψηφίσματι· ἐπαινέσαι [δὲ Ἀφυ]ταίος ὅ[τι ἄνδρες ἀγαθο]-
[ί ἐ]σι[ν] καὶ νῦν καὶ ἐν τῶι πρόσθεν [χρόνω]ι περὶ Ἀ[θη]ν̣[αίος καὶ ἀπο]-
15 [πεφά]νθ̣α̣ι ἐς τ[ὸν δῆμ]ο[ν ε]ὑρήσοντ[ας ὅτο ἂ]ν δέω[νται παρὰ Ἀθηναί]-
[ων]· vv ἔδοξεν̣ [τῶι δήμωι] ἀ̣π̣οδιδόν[αι Ἀφυταίος ἀπαρχὴν τῆι θεῶι]
[𐅅 δ]ραχμάς v [    vacat    ]     vacat
[τ]όνδε τὸν ὅρ[κον ὤμοσαν] Ἀφυταῖοι [τοῖς ἐμ Ποτειδαίαι· ἐάν τις ἴ]-
[ηι π]ο̣λ̣έ̣μ̣ι̣ος [ἐπὶ τὴν πό]λιν τὴν Ἀθη[ναίων ἢ ἐπὶ τὸς ἐποίκος τὸς Ἀ]-
20 [θηναίων τ]Ποτείδ]α̣ιαν ἔχοντ[ας, βοηθήσω Ἀθηναίοις κατὰ τὸ δ]-
[υνατὸν καὶ λόγωι κ]αὶ ἔργωι Ι̣․Μ[․․․․․․․․․․․25 ․․․․․․․․․․․]
[․․․․․․15․․․․․․․]οι[․․]ιον κατ[․․․․․․․․․․․24․․․․․․․․․․․]
[․․5․․ οὔτε λόγωι ο]ὔτε ἐργωι [․․․․․․․․․․․․27․․․․․․․․․․․․․]
[․․․․․․․․18․․․․․․․․]ε[․․․․․․․․․․․․․․31․․․․․․․․․․․․․․․]
Search Help
Contact Us