[ ] Delos — 129-117 BC
1 Ἀντίοχον Φιλοπάτορα βασιλέως Μεγάλου
Ἀντιόχου υἱὸν καὶ βασιλίσσης Κλεοπάτρας
Σωσίστρατος Σωσιστράτου Σάμιος, τῶν
πρώτων φίλων ἀρετῆς ἕνεκα καὶ εὐνοίας
5 τῆς εἰς ἑαυτόν, Ἀπόλλωνι, Ἀρτέμιδι, Λητοῖ.
Search Help