ID 1525
[ ] Delos — 181-145 BC
1 Χρύσερμον Ἡρακλείτου Ἀλεξανδρέα
τὸν συγγενῆ βασιλέως Πτολεμαίου
καὶ ἐξηγητὴν καὶ ἐπὶ τῶν ἰατρῶν
καὶ ἐπιστάτην τοῦ Μουσείου
5 Ἄρειος Παμφίλου Ἀθηναῖος
καλοκἀγαθίας ἕνεκεν τῆς εἰς ἑαυτόν,
Ἀπόλλωνι, Ἀρτέμιδι, Λητοῖ.
Search Help
Contact Us